De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

αὐτίκα γοῦν ἐν ταῖς Πράξεσιν τῶν a̓ποότόλων τοῦ Πέτρου [*](ὅπως τὴν τοῦ Χριστοῦ βασιλείαν ἀρχὴν μὲν εἰληφέναι τὴν ἀπὸ τετρακοσίων ἐτῶν τέλος δὲ ἕξειν ἐν τῇ συντελείᾳ διεβεβαιοῦτο, διαστρόφους ποιούμενος τὰς τῶν θείων γραφῶν ἑρμηνείας.) περὶ τοῦ σωτῆρος ἡμῶν εἰρηκότος »ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως« , μὴ νοήσας τὴν τοῦ λόγου διάνοιαν ἐντεῦθὲν τὴν βασιλείαν τοῦ Χριστοῦ περιγράφειν πειρᾶται, ὅρον τινὰ φάσκων καὶ προθεομίαν τῆς βασιλείας αὐτοῦ δηλοῦσθαι ὁιὰ τὸ λέγεσθαι »ἄχρι χρόνων ἀποκαταστάσεως«.

τὸ αὐτὸ δὲ τοῦτο συνίστασθαί φησιν καὶ διὰ τοῦ φάσκοντος Ψαλμοῦ »κάθου ἐν δεξιῶν μου ἕως ἀν’ θὼ τοὺς ἐχθροὺς σου ὑποπόδιον τῶν πόδων ὁοῦ«, καὶ Παῦλον δὲ τὸν ἀπόστολον διὰ τοῦτο εἰρηκέναι τὸ »δεῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ« τὸ γὰρ »ἕως« καὶ τὸ »ἄχρι« περιωρισμένου χρόνου σημαντικὸν εἶναι ὑπέλαβεν. ἐπάκουσον γοῦν ὅπως κατὰ λέξιν γράφει λέγων [*](9 Joh. 6, 61—63 — ISfif vgl. Nr. ΙΟδ — 1δ Joh. 6, 61 — 26 Act. 3, 21 — θείων γρᾶ. 30 Act. 3, 21 — 31 Ps. ing, 1 — 33 I Kor. 15, 25) [*](8 γραψάμενος V, corr. V2 | 16 δὲ V*, corr. Y2. R. | 25 hier a. R. ιβ' Υ | 31 τοῦ V2 τοῦτο V*)

v.4.p.170.

διὰ τοῦτο γάρ μοι δοκεῖ καὶ ὁ παντοκράτωρ θεός, ὁ δεσπότης πρὸς αὐτὸν λέγειν »κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«. ἐνεργείᾳ μόνῃ διὰ τὴν ἀνθρωπίνην σάρκα χωρίζειν αὐτὸν δοκῶν καὶ ὥσπερ ῥητόν τινα χρόνον ὁρίζων αὐτῷ τῆς ἐν δεξιᾷ καθέδρας οὕτω φησὶν πρὸς αὐτὸν »ἓως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«.

τοῦτο δὲ τὸ προφητικὸν τοῦ Δαυὶδ ῥητὸν σαφέστερον ἡμῖν ἑρμηνεύων ὁ ἱερὸς ἀπόστολος οὕτω πὼς ἔφη »δεῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ«. οὐκοῦν ὅρον τινὰ ἔχειν δοκεῖ ἡ κατὰ ἄνθρωπον αὐτοῦ οἰκονομία τε καὶ βασιλεία.

καὶ μεθ’ ἕτερα ἐπιλέγει

καὶ διὰ τοῦτο αἱ Πραξεῖς τῶν ἀποστόλων περὶ τοῦ ἀνθρώπου τούτου, ὃν ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος καὶ ἀνειληφὼς ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεται, οὕτως διδάσκουσιν λέγουσαι »ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως«, καὶ ἀυτᾶι ὥσπερ ὄρον τινὰ καὶ προθεσμίαν ὁρίζουσαι.

οἶς μεθ’ ἕτερα ἐπιλέγει

πῶς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου, συνεἷναι τῷ λόγῳ δι᾿ αὐτοῦ δυνατὸν γένοιτ’ ἀν; σαφῶς γοῦν καὶ διαρρήδην ἐν βραχεῖ τινι χρόνῳ τῶν τε παρεληλυθότων καὶ τῶν μελλόντων αἰώνων τὴν κατὰ σάρκα οἰκονομίαν τοῦ λόγου δι’ ἡμᾶς γεγενῆσθαι συμβεβηκέναι καὶ ταύτην ὥσπερ ἀρχὴν οὕτω καὶ τέλος ἔχειν ὁ θεσπέσιος εἴρηκεν Παῦλος, οὕτω πὼς εἰπὼν εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρίε.