De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἀλλὰ σύ γε ἀναλαβὼν τὴν εὐαγγελικὴν γραφήν , θέα τὴν [*](ἑρμηνεία τῆς εὐαγγελικῆς λέξεως.) πᾶσαν τοῦ σωτῆρος ἠμῶν διδασκαλίαν ὅπως οὐ περὶ ἦς ἀνείληφεν σαρκὸς διελέγετο, περὶ δὲ του μυστικου σώματος τε καὶ αἵματος. ἐπειδὴ γὰρ τοῖς πέντε ἄρτοις ἔθρεψεν τὰ πλήθη, μέγα δὲ θαῦμα τοῦτο παρέσχεν τοῖς ἑωρακόσιν, Ἰουδαίων δὲ οἱ πλεῖστοι ἐξευτελίζοντες τὸ γεγονὸς ἔλεγον αὐτῷ »τι οὑν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν«, εἶτα παρέβαλλον τὸ μάννα τὸ ἐν τῇ ἐρήμῳ λέγοντες »οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν«, πρὸς ταῦτα ὁ σωτὴρ ἀπεκρίνατο »ἀμὴν ἀμὴν λέγω ὑμῖν ,

οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον τὸν ἀληθινὸν ἐκ τοῦ οὐρανοῦ«. εἶτ’ ἐπιφέρει »ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς« καὶ πάλιν »ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ« καὶ αὖθις »ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω τὸ σῶμά μού ἐστιν«. καὶ πάλιν προστίθησιν »ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.

ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις.

ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ«. ταῦτα καὶ τὰ τοιαῦτα μεστικώτερον αὐτοῦ διεξιόντος τινὲς τῶν αὐτοῦ μαθητῶν εἶπον »σκληρός ἐστιν ὁ λόγος, τίς δύναται αὐτοῦ ἀκούειν;« πρὸς οὓς ἀπεκρίνατο ὁ σωτὴρ λέγων »τοῦτο ὑμὰς σκανδαλίζει; ἐὰν οὗν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;

τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἁ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν«. δι’ ὧν ἐπαίδευεν αὐτοὺς πνευματικῶς ἀκούειν τῶν περὶ τῆς σαρκὸς καὶ τοῦ αἵματος αὐτοῦ λελεγμένων· μένων· μὴ γὰρ τὴν σάρκα , φησίν, ἣν περίκειμαι νομίσητέ με λέγειν, ὡς δέον αὐτὴν ἐσθίειν, μηδὲ τὸ αἰσθητὸν καὶ σωματικὸν αἷμα πίνειν ὑπολαμβάνετέ με προστάττειν, ἀλλ’ εὖ ἴστε ὅτι »τὰ ῥήματά μου ἃ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν«, ὥστε αὐτὰ εἶναι τὰ ῥήματα καὶ τοὺς λόγους αὐτοὺς τὴν σάρκα καὶ τὸ αἷμα, ὤν ὁ μετέχων ἀεὶ ὡσανεὶ ἄρτῳ οὐρανίω τρεφόμενος τῆς οὐρανίου μεθέξει ζωῆς.

μὴ δὴ οὖν, φησίν, σκανδαλιζέτω ὑμᾶς τοῦτο, ὃ [*](4 ff Joh. 6, 13. 14 — 6 Joh. 6, 30 — 8 Joh. 6, 31 — 10 Joh. 6, 12 Joh. 6, 35 — 13 Joh. 6, 41 — 14 Joh. 6, 51 — 15 Joh. 6, —56 — 23 Job. 6, CO — 24 Joh. 6, 61–63) [*]( bier a. R. ια΄ V | 15 μὴ üb. d. Ζ. V 2 | 18 κἀγὼ NT καὶ τώ V* καὶ ἐγώ V 2 | 29 φησίν ΚΙ vgl. Ζ. 35 | 33 αὐτοῦ V, corr. KI | 35 μὴ δοῦν V*, corr. V 2)

v.4.p.169.
περὶ βρώσεως τῆς ἐμῆς σαρκὸς καὶ περὶ πόματος τοῦ ἐμοῦ αἵματος εἴρηκα, μηδὲ ταραττέτω ὑμὰς ἡ πρόχειρος ἀκοὴ τῶν περὶ τῆς σαρκὸς καὶ αἵματος εἰρημένων μοι· ταῦτα γὰρ »οὐδὲν ὠφελει« αἰσθητῶς ἀκουόμενα, τὸ δὲ πνεῦμά ἐστιν τὸ ξωοποιοῦν τοὺς πνευματικῶς ἀκούειν δυναμένους.

ἀλλ’ ὁ καινὸς ἐξηγητὴς τῶν εὐαγγελικῶν μαθημάτων μηδὲν τούτων συνείς, ἐπάκουσον ὅπως γράφει λέγων αὐταῖς συλλαβαῖς

τοῦ ἀνθρωπίνου ἁψάμενος σώματος καὶ δείξας αὐτὸ τοῖς ὁρῶσιν »τοῦτο ὑμᾶς σκανδαλίξει;« ἔφη »ἐὰν οὑν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνιόντα, ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμα ξωοποιεἷ, ἡ σὰρξ οὐδὲν ὠφελεἷ«.

πρὸς ὃν ἢν εἰπεῖν·

καὶ πόθεν σοι, ὢ γενναῖε, ἡ προοθήκη τῶν μὴ φερομένων ἐν τῇ εὐαγγελικᾑ τραφῇ; τὸ γὰρ τοῦ ἀνθρωπίνου σώματος ἁψάμενον τὸν σωτῆρα καὶ δείξαντα αὐτὸ τοῖς ὁρὥοιν εἰρηκέναι »τοῦτο ὑμᾶς σκανδαλίξει« παρὰ σαυτοῦ πλάττεις καὶ τὴν προσθήκην ἀπὸ σαυτοῦ ποιεῖσθαι τολμᾷς. ὃ δὴ τόλμημα παρ’ ἑαυτοῦ λαβὼν ἐντεῦθεν οἴεται παρασκευάζειν, ἔρημον τῆς ἐνεργείας τοῦ λόγου τὴν σάρκα τοῦ σωτῆρος καταλειφθήσεσθαι, λέγων

εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μἐλλουοιν αἰὥοιν ὡς αὐτῷ λυσιτελοῦσαν ουνεἷναι τῷ λόγῳ;

οὕτω μὲν οὖν ἀμαθῶς καὶ ἀνεπιστημόνως τὴν εὐαγγελικὴν παρερμηνεῦσαι φωνὴν ὡρμήθη. καὶ τῶν ἀποοτολικὥν δὲ ὁμοίως ῥημάτων διαστρόφους ἐξηγήσεις ἐποιεῖτο.