De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἀλλὰ σύ γε ἀναλαβὼν τὴν εὐαγγελικὴν γραφήν , θέα τὴν [*](ἑρμηνεία τῆς εὐαγγελικῆς λέξεως.) πᾶσαν τοῦ σωτῆρος ἠμῶν διδασκαλίαν ὅπως οὐ περὶ ἦς ἀνείληφεν σαρκὸς διελέγετο, περὶ δὲ του μυστικου σώματος τε καὶ αἵματος. ἐπειδὴ γὰρ τοῖς πέντε ἄρτοις ἔθρεψεν τὰ πλήθη, μέγα δὲ θαῦμα τοῦτο παρέσχεν τοῖς ἑωρακόσιν, Ἰουδαίων δὲ οἱ πλεῖστοι ἐξευτελίζοντες τὸ γεγονὸς ἔλεγον αὐτῷ »τι οὑν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν«, εἶτα παρέβαλλον τὸ μάννα τὸ ἐν τῇ ἐρήμῳ λέγοντες »οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν«, πρὸς ταῦτα ὁ σωτὴρ ἀπεκρίνατο »ἀμὴν ἀμὴν λέγω ὑμῖν ,

οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον τὸν ἀληθινὸν ἐκ τοῦ οὐρανοῦ«. εἶτ’ ἐπιφέρει »ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς« καὶ πάλιν »ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ« καὶ αὖθις »ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω τὸ σῶμά μού ἐστιν«. καὶ πάλιν προστίθησιν »ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.

ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις.

ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ«. ταῦτα καὶ τὰ τοιαῦτα μεστικώτερον αὐτοῦ διεξιόντος τινὲς τῶν αὐτοῦ μαθητῶν εἶπον »σκληρός ἐστιν ὁ λόγος, τίς δύναται αὐτοῦ ἀκούειν;« πρὸς οὓς ἀπεκρίνατο ὁ σωτὴρ λέγων »τοῦτο ὑμὰς σκανδαλίζει; ἐὰν οὗν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;