De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

(»ἐγένετο« γάρ φησιν ἡ θεία γραφὴ »τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς«), ἀλλ’ οὐδὲ συνεὶς ὁποῖον σῶμα δόξης Χριστου ὁ θεῖος ἀποστολος ἔλεγεν καὶ ὡς καὶ τὰ ἡμέτερα σώματα σύμμορφα ἔσεσθαι ἐκείνῳ τῷ σώματι ἐδίδασκεν λέγων »ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ«, ἀλλ’ οὐδὲ νοήσας τίνι τρόπῳ καταποθήσεσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς ἔγραφεν φάσκων »ἐφ’ ᾦ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι. ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«· τούτων ἀμαθῶς ἔχων τὸ μὲν λόγον διαβεβαιοῦται ἓν καὶ ταὐτὸν μέλλειν γίγνεσθαι τῷ θεῶ ὥσπερ καὶ πρότερον ἦν, τὴν δὲ σάρκα καταλειφθεῖσαν ὑπὸ τοῦ λόγου οὐκ οἶδ’ ὅ τι ποτὲ γενήσεσθαι,