De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ὁρᾷς ὁποίας προέσθαι φωνὰς κατὰ τῆς σαρκὸς τοῦ σωτηρὸς [*](ὁποῖα αἱ θεὶαι γραφαὶ περὶ τῆς σαρκὸς τοῦ σωτῆτος διδάσκουσιν, καὶ ὡς τὰ ἐναντία Μάρκελλος ἐφρόνει.) ἡμῶν τετόλμηκεν, οὐκ ἐπιστήσας ὡς καὶ πρὸ τῆς εἰς οὐρανοὺς ἀναλήψεως ἔτι οὖσαν αὐτὴν ἐπὶ γῆς πρὸ τοῦ πάθους οὕτως ἐδόξασεν ἐν τῶ ὄρει τρισὶν τοῖς ἐκκρίτοις αὐτοῦ μαθηταῖς μόνοις εἰκόνα δεικνὺς τῆς βασιλείας αὐτοῦ , ὡς ἐξαστράψαι τὸ πρόσωπον αὐτοῦ, καὶ φωτὸς μαρμαρυγὰς ἐκλάμψαι

(»ἐγένετο« γάρ φησιν ἡ θεία γραφὴ »τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς«), ἀλλ’ οὐδὲ συνεὶς ὁποῖον σῶμα δόξης Χριστου ὁ θεῖος ἀποστολος ἔλεγεν καὶ ὡς καὶ τὰ ἡμέτερα σώματα σύμμορφα ἔσεσθαι ἐκείνῳ τῷ σώματι ἐδίδασκεν λέγων »ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ«, ἀλλ’ οὐδὲ νοήσας τίνι τρόπῳ καταποθήσεσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς ἔγραφεν φάσκων »ἐφ’ ᾦ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι. ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«· τούτων ἀμαθῶς ἔχων τὸ μὲν λόγον διαβεβαιοῦται ἓν καὶ ταὐτὸν μέλλειν γίγνεσθαι τῷ θεῶ ὥσπερ καὶ πρότερον ἦν, τὴν δὲ σάρκα καταλειφθεῖσαν ὑπὸ τοῦ λόγου οὐκ οἶδ’ ὅ τι ποτὲ γενήσεσθαι,