De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. | ἐν οἷς πάλιν ἃ μὴ αὐτὸς ἐδίδαξεν ταῦτα μαθήσεσθαι τοὺς αὐτοῦ μαθητὰς ὑπὸ τοῦ ἁγίου πνεύματος ἐπαγγέλλεται, ὡς περὶ ἑτέρου λέγων τὸ »ὅταν ἔλθῃ ἐκεῖνος« καὶ τὸ »οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει« καὶ τὸ ἐκεῖνος ἐμὲ δοξάσει« καὶ τὸ »ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται«· ταῦτα γὰρ πάντα ὑπολαμβάνειν τὸν σωτῆρα αὐτὸν περὶ ἑαυτοῦ λέγειν δεινὴ καὶ δυσθεράπευτος εὐήθεια.
ἀλλὰ γὰρ σαφῶς διὰ τούτων αὐτὸς ὁ σωτὴρ τὸ πνεῦμα τὸ ἅγιον ἕτερον ὑπάρχειν παρ’ ἑαυτὸν ἐδίδαξεν, τιμῇ μὲν καὶ δόξῃ καὶ πρεσβείοις ὑπερέχον καὶ κρεῖττον καὶ ἀνώτερον πάσης τῆς νοερᾶς καὶ λογικῆς τυγχάνον οὐσίας (διὸ καὶ συμπαρείληπται τῇ ἁγίᾳ καὶ τρισμακαρίᾳ τριάδι).
ὑποβεβηκός γε μὴν [εἶναι] αὑτοῦ. ὃ δὴ παρίστη εἰπὼν »οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει λαλήσεις· παρὰ τίνος δὲ ἀκούσει, διασαφεῖ λέγων »ἐκ τοῦ ἐμοῦ λήψεται
καὶ ἀναγγελεῖ ὑμῖν«, ἐκ τοῦ ἐμοῦ δηλαδὴ θησαυροῦ· ἐν αὐτῷ γάρ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι«.αὐτὸς μὲν οὖν ἅτε υἱὸς μονογενὴς παρὰ τοῦ πατρὸς λαμβάνει καὶ παρὰ τοῦ πατρὸς ἀκούει, τὸ δὲ πνεῦμα τὸ ἅγιον παρ’ αὐτοῦ χορηγεῖται· διό φησιν »ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. λέγεται μὲν οὖν καὶ ὁ ἐπὶ πάντων θεὸς πνεῦμα, ὡς αὐτὸς ἐδίδαξεν ὁ σωτὴρ εἰπὼν »πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν«, καὶ ἔσται ἀληθῶς ἅγιος ἁγίων αὐτός, καὶ »ἐν ἁγίοις ἀναπαυόμενος«. ἀλλὰ καὶ ὁ υἱὸς τοῦ θεοῦ πνεῦμα ὢν τυγχάνει, καὶ πνεῦμα καὶ αὐτὸς ἁγίων ἄγιον, εἰ δὴ εἰκών ἐστιν τοῦ ἀοράτου·
διὸ καὶ περὶ αὐτοῦ λέλεκται »ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν« καὶ »πνεῦμα πρὸ προσώπου ἡμῶν χριστὸς κύριος«.
ἀλλὰ γὰρ τοῦ ἁγίου πνεύματος ἑτέρου ὄντος παρὰ τὸν πατέρα καὶ τὸν υἱόν, τὸ ἰδίωμα παριστὰς ὁ σωτὴρ κέκληκεν αὐτὸ παράκλητον, τὸ κοινὸν τῆς ὁμωνυμίας ἀφορίζων διὰ τῆς τοῦ παρακλήτου προσηγορίας, ἐπεὶ καὶ αἱ ἀγγελικαὶ δυνάμεις εἶεν ἂν πνεύματα· »ὁ« γὰρ »ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα« εἴρηται. ἀλλ’ οὐδὲν τούτων ἐξισοῦσθαι δύναται τῷ παρακλήτῳ πνεύματι. διὸ τῇ ἁγίᾳ καὶ τρισμακαρίᾳ τριάδι μόνον τοῦτο συμπαρείληπται,
οὐκ ἄλλως τοῦ σωτῆρος τοῖς ἀποστόλοις αὐτοῦ διαταξαμένου τὸ μυστήριον τῆς αὐτοῦ παλιγγενεσίας
6 τὸ μὲν οὖν ἅγιον πνεῦμα μόνοις ἁγίοις ἐμφιλοχωρεῖν πέφυκεν, διὰ τοῦ υἱοῦ χορηγούμενον οἷς ἂν ὁ πατὴρ κρίνειεν. καὶ τοῦτ’ ἂν εἴη ἔργον αὐτοῦ τὸ πάντας ἁγιάζειν, οἷς ἂν ἑνός τινος ἢ καὶ πλειόνων μεταδιδῷ τῶν ἐν αὐτῷ χαρισμάτων, ὡς καὶ προφήτας καὶ ἀποστόλους
καὶ πᾶσαν θεοφιλῆ ψυχήν, εἰκὸς δὲ καὶ τὰς κρείττους καὶ θείας δυνάμεις. τῆς ἐξ αὐτοῦ μεταλαμβάνειν ἁγιότητος. ὁ δὲ υἱὸς μόνος πατρικῇ θεότητι τετιμημένος, ποιητικὸς ἂν εἴη καὶ δημιουργικὸς τῆς τῶν γενητῶν ἀπάντων, ὁρατῶν τε καὶ ἀοράτων, καὶ δὴ καὶ αὐτῆς τῆς τοῦ παρακλήτου πνεύματος ὑπάρξεως· πάντα γὰρ »δι’ αὐτοῦ ἐγένετο,