De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

δώδεκα γὰρ ὄντων τὸν ἀριθμὸν τῶν ἀποστόλων δώδεκα πηγῶν μέμνηται.
καὶ ταῦτα λέγων οὐ συνίησιν ὡς καὶ τοῦ Ἰσραὴλ δώδεκα ἦσαν φυλαὶ καὶ δώδεκα οἱ τούτων πατριάρχαι μία τε βίβλος ἡ τῶν δώδεκα προφητῶν, ἀλλὰ καὶ δώδεκα τῆς ἡμέρας ὧραι καὶ μῆνες τοῦ παντὸς ἔτους δώδεκα.

τί οὖν μᾶλλον τοῖς ἀποστόλοις ἢ ἐκείνοις ἅπασιν ὁ τῶν δώδεκα διέφερεν ἀριθμός, εἰ δὴ τοῦ ποσοῦ τις ἀριθμὸς τὴν αἰτίαν αὐτῷ τῆς τοιασδὶ τοῦ λόγου παρεῖχεν ἑρμηνείας; χρῆν δὲ συνιδεῖν ὡς καὶ οἱ τοῦ θεοῦ προφῆται, καθ’ ὃ τοῦ αὐτοῦ μετέσχον πνεύματος ἁγίου, οὐκ ἦσαν ἀλλότριοι τῶν πηγῶν. διὸ λέλεκται περὶ αὐτῶν ἐν Ψαλμοῖς »ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ«.

ὥστε καὶ πρὸ ἐκείνων τῶν πηγῶν ἀναγκαῖον ὁμολογεῖν τὸν υἱὸν εἶναι τοῦ θεοῦ τὸν λέγοντα »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«. ὁ δὲ ἐπάκουσον ὅπως ἑρμηνεύει, λέγων

(Nr. 20) εἰκότως οὖν περὶ τῆς κατὰ σάρκα γενέσεως ὁ δεσπότης διὰ τοῦ προφήτου Σολομῶνος λέγων »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων« ἔφη.

καὶ ἐπιφέρει

(Nr. 20) οὕτω γὰρ ὁ σωτὴρ πρὸς τὰς ἱερὰς πηγὰς ἔφη »πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη«.
εἶθ’ ὥσπερ συναγαγὼν τὸν λόγον, τὸ συμπέρασμα ἐπάγει τῇ ἑαυτοῦ διηγήσει λέγων |
(Nr. 21) πανταχόθεν δῆλόν ἐστιν τοὺς ἱεροὺς ἀποστόλους καὶ πηγὰς τροπικῶς ὠνομάσθαι ὑπὸ τοῦ προφήτου.
καὶ τοὺς μὲν ἀποστόλους τὰς πηγὰς εἶναι βούλεται. οὐκ ἀρέσκουσιν δὲ αὐτῷ οἱ προφῆται·

διατί, ἀλλ’ 〈ἢ〉 ὅτι μὴ ἐδύνατο τὴν σάρκα τοῦ σωτῆρος πρὸ ἐκείνων διδόναι; καίτοι καὶ πρὸ τῶν κατὰ φύσιν αἰσθητῶν πηγῶν, ὧν καὶ Μωσῆς ἐμνημόνευσεν ἐν τῇ κοσμοποιίᾳ εἰπὼν »πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς καὶ αὖθις ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον, προϋπῆρχεν ὁ τοῦ θεοῦ υἱὸς ὁ ταῦτα ἐν Παροιμίαις περὶ ἑαυτοῦ

80r
διδάσκων. ὁ δὲ τῷ Ἰὼβ χρηματίζων καὶ πηγῶν θαλάσσης μνημονεύει λέγων »ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας«;

ἐπεὶ δὲ καὶ ὑπεράνω τῶν οὐρανῶν ὕδατά τινα εἶναι ἡ γραφὴ διδάσκει ἡ λέγουσα »αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν«, ἀκόλουθόν ἐστιν κἀκείνων τῶν ὑδάτων (ὁποῖα [δ’] ἂν ὑπάρχῃ τὴν φύσιν) νοῆσαί τινας εἶναι πηγάς, ὅπως κἀκείνων πρεσβύτερος ἀποδειχθῇ ὁ εἰρηκὼς ἑαυτὸν προϋπάρχειν »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«.

ὁ δὲ μηδενὶ τούτων ἐπιστήσας τὸν νοῦν μηδὲ πονεῖν ἐθέλων, τοῖς αὐτοῖς ἐπιμένει, ἐπεὶ καὶ ταῦτα φάσκων

(Nr. 22) »πρὸ τοῦ ὄρη ἑδρασθῆναι« φησὶν »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«. ὄρη καὶ βουνοὺς τοὺς ἀποστόλους καὶ τοὺς τῶν ἀποστόλων διαδόχους λέγει, ἵνα παρὰ τοὺς ἄλλους ἀνθρώπους τὴν κατ’ αὐτῶν δικαίαν πολιτείαν παροιμιωδῶς σημήνῃ.

οὐκοῦν οἱ αὐτοὶ ἦσαν καὶ αἱ πηγαί, 〈οἱ〉 αὐτοὶ καὶ τὰ ὄρη, οἱ αὐτοὶ καὶ οἱ βουνοί. ἀλλ’ ὥσπερ οὐκ ἔχει φύσιν ἐπὶ τῶν θεωρουμένων πηγῶν τε καὶ ὀρῶν τὰ αὐτὰ φάσκειν εἶναι (οὐδὲν γὰρ κοινὸν ὡς ἐν ποιότητος λόγῳ πηγαῖς ὑδάτων πρὸς τὰ τῶν ὀρῶν ἀναστήματα), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀλληγορικῶς κατὰ διάνοιαν θεωρουμένων παραστῆσαι χρὴ διαφορὰν τῶν κατὰ τὴν θεωρίαν νοουμένων πηγῶν τε καὶ ὀρῶν καὶ βουνῶν. ἀλλ’ ὁ μηδὲν βεβασανισμένον ἐπιστάμενος, τὰ πάντα φύρων δι’ εὐχέρειαν, τοὺς αὐτοὺς εἶναι ἀποπέφανται καὶ πηγὰς ὑδάτων καὶ ὄρη καὶ βουνούς, φησίν τε πάντα ταῦτα εἶναι τοὺς ἀποστόλους, οὐ διαστειλάμενος τὸν τῆς διαφορᾶς τρόπον.

τί οὖν οὐχὶ καὶ πρὸ τῆς σαρκὸς τοῦ σωτῆρος ἡμῶν ἐν δικαιοσύνῃ καὶ θεοσεβείᾳ τελειωθέντας ὄρη καὶ βουνοὺς ὁμοίως ἐπεκάλει, ἀλλ 〈ἢ〉 ὅτι μὴ πρὸ ἐκείνων οἷός τε ἦν τὴν σάρκα τοῦ σωτῆρος

ὑφίστασθαι; οὐκοῦν βίαιος καὶ κατηναγκασμένη τῶν προκειμένων λέξεων ἡ ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἀναφορά. | πῶς δὲ καὶ τὸ γεννᾷ με« ἐφαρμόσειεν 〈ἂν〉 τῇ σαρκί; πρὸ γὰρ τῶν πηγῶν καὶ πρὸ τῶν ὀρῶν καὶ πρὸ τῶν βουνῶν γεγεννῆσθαι ἔφησεν ἑαυτὸν εἰπὼν κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με«.

εἰ δὴ οὖν ἡ σὰρξ ταῦτα φάσκοι, ὡς Μαρκέλλῳ δοκεῖ. πῶς τὸ πρὸ δὲ πάντων βουνῶν γεννᾷ με« εἴποι ἂν ἡ σάρξ; ἔστω γὰρ πρὸ τῶν ἀποστόλων ἡ σάρξ· ἀλλὰ πῶς αὐτὴ ὑπὸ τοῦ θεοῦ γεγεννῆσθαί φησιν ἑαυτήν; τὸ μὲν γὰρ ἐκτίσθαι μὴ οὖσαν πρότερον τὴν σάρκα ἐδόκει Μαρκέλλῳ λέγειν.

ἔφη γὰρ

(Nr. 10) ἔκτισεν ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν ἔκτισεν.
τὸ μὲν οὖν ἐκτίσθαι ἔγνωμεν, τὸ δὲ καὶ γεγεννῆσθαι αὐτὴν ὑπὸ τοῦ θεοῦ πῶς ἂν ἀποδοθείη. τοῦ σωτῆρος ἡμῶν λέγοντος τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν«, καὶ ὁ ἀπόστολος δέ φησιν »γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον«.

πῶς οὖν ἡ σὰρξ εἶπεν ἂν περὶ τοῦ θεοῦ τῶν ὅλων τὸ »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«; ταῦτα μὲν οὖν ὡς βεβιασμένην ἔχει τὴν ἑρμηνείαν οἶμαι παντί τῳ καταφανὲς εἶναι. ἀβιάστως δ’ ἂν εἴποι τις τὸν υἱὸν τοῦ θεοῦ καὶ δίχα παντὸς ἀλληγορικοῦ τρόπου ταῦτα ἐπαληθεύειν,

80v
ἐπεὶ καὶ τῆς γῆς προϋπῆρχεν, ἦν τε καὶ προῆν πρὸ τοῦ προελθεῖν τὰς σωματικὰς πηγὰς τῶν ὑδάτων καὶ πρὸ τῶν αἰσθητῶς λεγομένων ἀβύσσων καὶ πρὸ τοῦ συστῆναι τὸ τῆς γῆς σχῆμα ἐν τοῖς τῶν ὀρῶν καὶ τῶν βουνῶν ἀναστήμασιν· πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«.

εἰ δ’ ἐρωτήσειέν τις, διατί μὴ πρὸ τῶν οὐρανῶν μηδὲ πρὸ τῶν ἐν οὐρανοῖς ἢ τῶν ἐπέκεινα θείων καὶ ὑπερκοσμίων δυνάμεών τε καὶ πνευμάτων ἑαυτὸν εἶναι ἐδίδασκεν. λελέξεται αὐτῷ ὅτι τούτων τέως 〈οὐκ〉 ἐμνημόνευσεν ὁ λόγος, ἐπειδὴ παιδαγωγίαν τινὰ διὰ τῶν Παροιμιῶν τοῖς τὰς ψυχὰς νηπίοις παρεδίδου.

ὃ καὶ δῆλον τυγχάνει ἐκ τοῦ ποτὲ λέγεσθαι »ἄκουε, υἱέ, παιδείαν πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου«, ποτὲ δὲ υἱέ. ἐμοῖς νόμοις πρόσεχε, τοῖς δ’ ἐμοῖς ῥήμασιν παράβαλε σὸν οὖς« καὶ αὖθις »υἱέ, μὴ ὀλιγώρει παιδείας κυρίου, καὶ μὴ ἐκλύου ὑπ’ αὐτοῦ

ἐλεγχόμενος« καὶ υἱέ,

ἐὰν καλῶς γένῃ σεαυτῷ, καλὸς ἔσῃ καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά«. μυρία δ’ ἂν καὶ αὐτὸς τούτοις ὅμοια καθ’ ἑαυτὸν ἀπὸ τῆς βίβλου τῶν Παροιμιῶν ἀναλέξαις. δι’ ὧν ὁ λόγος φαίνεται νηπίοις τὰς ψυχὰς προσ διαλεγόμενος.

οὕτω καὶ Μωσῆς παιδαγωγὸς τῶν ἀτελῶν τὰς φρένας ὑπάρχων. οὐρανοῦ καὶ γῆς καὶ τῆς τῶν ὁρατῶν δημιουργίας ἐμνημόνευσεν, οὐ μὴν καὶ κτίσεως ἀγγέλων οὐδὲ θείων δυνάμεων οὐδὲ πνευμάτων ἁγίων, τῷ μὴ χωρεῖν πω τὴν τούτων διδασκαλίαν τοὺς αὐτῷ μαθητευομένους.

εἰκότως τοιγαροῦν καὶ ὁ ἐν ταῖς Παροιμίαις λόγος ὡς τοιούτοις ἀπὸ τῶν περὶ γῆν ὀρῶν τε καὶ βουνῶν καὶ πηγῶν ὡς ἀπὸ γνωριμωτέρων τὴν διδασκαλίαν ἐποιεῖτο, ὡς ἐξ ὑποβάθρας ἀρξάμενος ἐπὶ τὰ κρείττω χειραγωγήσειεν τοὺς παιδαγωγουμένους, ἀπό τε τῶν σμικροτέρων ἐπὶ τὰ θειότερα διαβαίνειν παρασκευάσειεν.

ταῦτα μὲν οὐν, εἰ μηδέν τις πέρα τῆς λέξεως περιεργάζοιτο· εἰ δὲ βαθύτερόν τις καὶ ταῦτα νοεῖν ἐθέλοι, οὐ μᾶλλον ἐπὶ τοὺς ἀποστόλους ἢ ἐπὶ πάντας τοὺς πώποτε γενομένους δικαίους καὶ θεοφιλεῖς ἄνδρας αὐτὰ ἐκδέξεται, διαβήσεται δὲ ἐνθένδε καὶ ἐπὶ τὰς θείας καὶ ἀγγελικὰς δυνάμεις, ὄρη λέγων καὶ βουνοὺς αἰνίττεσθαι ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πνευμάτων θείων διαφοράς, θρόνους τε καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας,

ὅτι δὴ καὶ ταῦτα πάντα [τὰ] δι’ αὐτοῦ καὶ εἰς αὐτὸν« ἐκτίσθαι καὶ πρὸ πάντων« αὐτὸν εἶναι τούτων ὁ θεῖος ἐδίδαξεν ἀπόστολος, ἔνθεν ὡς εἰκὸς ὁρμώμενος, διὰ τὸ λέγεσθαι ἐν τούτοις ἐκ προσώπου τοῦ υἱοῦ τοῦ θεοῦ τὸ »πρὸ τοῦ ὂρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«. τὰ μὲν οὖν ἄλλα ἡδράσθαι ἔφη, μόνον δὲ αὑτὸν γεγεννῆσθαι πρὸ τῆς τῶν δηλωθέντων συστάσεως.

οἶδεν δὲ τὴν ἐπουράνιον Ἱερουσαλὴμ ὁ αὐτὸς ἀπόστολος καὶ τὸ οὐράνιον ὄρος ἐφ’ ᾧ ταύτην εἶναί φησιν λέγων »προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς«. καὶ τούτων τοιγαροῦν ἁπάντων προϋπάρχων ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς τὰ τῆς οἰκείας ἀπορρήτου γεννήσεως ἐπικεκρυμμένως διὰ τῶν Παροιμιῶν

81r
ἠνίττετο.