De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
καὶ δὴ κατὰ τοῦτον τὸν τρόπον ἓν πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν οἱ πάντες γενησόμεθα. ὥσπερ γὰρ αὐτὸς ἑαυτόν τε καὶ τον πατέρα ἓν εἶναι ἔλεγεν φάσκων »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν«, οὕτω καὶ πάντας ἡμᾶς κατὰ τὴν αὐτοῦ μίμσιν τῆς ἑνότητος τῆς αὐτῆς μετασχεῖν εὔχεται· οὐ κατὰ Μάρκελλον τοῦ λόγου ἑνουμένου τῷ θεῷ καὶ τῇ οὐσίᾳ συναφ συναφθησομένου, καθὼς δὲ ἐμαρτύρησεν ἡ ἀλήθεια, ὁ σωτὴρ αὐτὸς εἰπών »τὴν δόξαν ἣν ἔδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς τὸ ἕν«· οὕτω γὰρ καὶ τότε καὶ τὸ ἀποστολικὸν λόγιον τέλους τεύξεται τὸ φῆσαν »ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν«.
καὶ ἐπειδὴ τρισὶν ῥητοῖς Μάρκελλος καὶ οἱ τὸν ὅμοιον αὐτῷ τρόπον Σαβελλίζοντες χρῆσθαι εἰώθασιν τὸν πατέρα καὶ τὸν υἱὸν ἓν εἶναι πειρώμενοι δεικνύναι, ποτὲ μὲν 〈τὸ〉 ἐγὼ καὶ 〈ὁ〉· πατὴρ ἕν ἐσμεν« θρυλοῦντες, ποτὲ δὲ τὸ »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ πατρί« καὶ τὸ »ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα«, πρὸς μὲν τὸ »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« τὰ προκείμενα αὐτοῖς προσακτέον δι’ ὧν ὑπερεύχεται τῶν αὐτοῦ μαθητῶν, ἵνα καὶ πάντες αὐτοὶ τῆς αὐτῆς ἑνώσεως τύχωσι, λέγει δ’ οὖν ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν·