De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἀλλὰ Μάρκελλος ἕνα καὶ τὸν αὐτὸν εἶναι ὁρίζεται, καὶ μίαν ὑπόστασιν δυσὶν ὀνόμασιν ὑποκειμένην· ἔτι μὴν καὶ τὴν βασιλείαν αὐτοῦ περιγράφειν τολμᾷ καὶ τέλος ἔσεσθαι τῆς Χριστοῦ βασιλείας ἀναιδῶς οὕτως ἀποφαίνεται μετὰ τὸν τῆς κρίσεως καιρόν, τοῦτον γράφων τὸν τρόπον

(Nr. 101) μέγιστον ἡμῖν μυστήριον ἐνταῦθα ὁ ἀπόστολος ἀνακαλύπτει, τέλος 〈μὲν〉 ἔσεσθαι φάσκων τῆς Χριστοῦ βασιλείας·

τέλος δὲ τότε, ὅταν πάντα ὑποταγῇ ὑπὸ τοὺς πόδας αὐτοῦ.
καὶ ἐπεξεργάζεται τὸν λόγον ᾧδέ πη λέγων
(Nr. 102) ἔφαμεν ἐν τοῖς προάγουσιν ἡμῶν ῥητοῖς τὸν δεσπότην ἡμῶν τὸν Χριστὸν ἀρχὴν ἐσχηκέναι βασιλείας, ἐκ τῶν θείων γραφῶν ἀποδείξεσιν χρώμενοι.
καὶ ἐπιλέγει
(Nr. 102) καὶ ὅλως μυρίων ῥητῶν πρὸς μαρτυρίαν ἔστιν εὐπορήσαντα δεῖξαι. ὅτι ἀρχὴν βασιλείας εἴληφεν ὁ ἄνθρωπος διὰ τοῦ λόγου. |

εἰ οὖν εἴληφεν ἀρχὴν βασιλείας πρὸ ἐτῶν ὅλων οὐ πλειόνων
90v
ἢ τετρακοσίων, οὐδὲν παράδοξον εἰ τὸν πρὸ οὕτως ὀλίγου χρόνου τῆς βασιλείας ταύτης τυχόντα ὁ ἀπόστολός φησιν παραδώσειν τὴν βασιλείαν τῷ θεῷ.

καὶ προστίθησιν μεθ’ ἕτερα λέγων

(Nr. 103) τί τοίνυν μανθάνομεν περὶ τῆς ἀνθρωπίνης σαρκός, ἣν δι’ ἡμᾶς (ἀν)είληφεν ὁ λόγος πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν; πότερόν ποτε ταύτην καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὁ λόγος ἕξει. ἢ ἄχρι μόνου τοῦ τῆς κρίσεως καιροῦ;
Μάρκελλος μὲν οὖν τοιαῦτα λέγειν ἐτόλμα· οἱ δέ γε τοῦ θεοῦ προφῆται ἀτελεύτητον τοῦ Χριστοῦ τὴν βασιλείαν ὁριζόμενοι μετὰ τὸν τῆς κρίσεως καιρὸν τοῦ νέου αἰῶνος τὴν ἀρχὴν καθέξειν αὐτόν φασιν. θέα γὰρ ὡς ὁ προφήτης Ἐζεκιὴλ κριτήριον τῶν τοῦ θεοῦ προβάτων ὑποθέμενος μετὰ τὴν τούτων κρίσιν τὸν Δαυὶδ αὐτοῖς ἐφίστησιν ποιμένα καὶ τὸν αὐτὸν ἄρχοντα αὐτῶν ἔσεσθαι θεσπίζει.

ὁ δὲ Δανιὴλ προειπὼν »ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν

ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεώχθησαν«, ταῦτα προθεασάμενος ἑξῆς τὸν υἱὸν τοῦ ἀνθρώπου θεωρεῖ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ προσιόντα τῷ παλαιῷ τῶν ἡμερῶν καὶ τὴν ἄφθαρτρν βασιλείαν ὑποδεχόμενον. οὐκοῦν καὶ τότε διαφερόντως καὶ κρειττόνως ἢ νῦν ἀρχὴν ἕξει τοῦ βασιλεύειν τῶν τῆς μακαριότητος ἀξίων.

τούτοις μαρτυρεῖ τὸ Εὐαγγέλιον, ἐν οἷς αὐτὸς ἐπισφραγίζεται ὁ σωτὴρ τὰς προφητικὰς λέξεις, τοὺς περὶ συντελείας λόγους παραδιδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς δι’ ὧν ταῦτ’ ἐδίδασκεν λέγων »ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων. ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.〈 | ὅπως δὲ ταῦτα συνᾴδει τοἷς ἐν τῇ προφητείᾳ περὶ προβάτων καὶ [περὶ] κριῶν κρίσεως εἰρημένοις τήρει, καὶ ὅπως βασιλεὺς μὲν ὁ υἱὸς τοῦ ἀνθρώπου μετὰ τὴν τῶν προβάτων κρίσιν εἰσῆκται. πατὴρ δὲ αὐτοῦ ὁ θεός.

τοῦτο γὰρ καὶ αὐτὸς ἐδίδασκεν εἰπὼν »τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου,« ἀναλόγως τῷ ἐν τῇ προφητείᾳ ὠνομασμένῳ Δαυίδ. ὃν ποιμένα καὶ ἄρχοντα ἔσεσθαι τῶν προβάτων ὁ λόγος διδάσκει ὑπὸ ἐφόρῳ τῷ θεῷ μέλλοντα ποιμαίνειν καὶ ἄρχειν τῶν τοῦ θεοῦ θρεμμάτων.

καὶ ἐκείνῳ δὲ ἀναγκαῖον ἐπιστῆσαι τὸν νοῦν ὡς τὸ παρὰ τῷ ἀποστόλῳ λελεγμένον ἐν τῷ »ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν

91r
ἐξουσίαν καὶ δύναμιν« ᾐνίξατο ἡ προφητεία φήσασα »καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς.«

τίνα γὰρ ἂν γένοιτο τὰ θηρία τὰ πάλαι πρότερον τοῖς προβάτοις διενοχλοῦντα ἢ αἱ ἀντικείμεναι δυνάμεις; ὧν ἐκποδὼν ἀρθεισῶν, πάσης κακίας καθαρθεὶς ὁ νέος καὶ καινὸς αἰὼν βασιλέα μὲν ἕξει τὸν υἱὸν τοῦ ἀνθρώπου (ἢ κατὰ τὴν προφητείαν ἐπικεκρυμμένως αἰνιττομένην ποιμένα καὶ ἄρχοντα τὸν

Δαυίδ, διὰ τὸ »ἐκ σπέρματος« αὐτὸν γεγονέναι Δαυίδ), τὸν δὲ θεὸν οὐ ποιμένα οὐδὲ ἄρχοντα λέγεται κτήσεσθαι, ἀλλ’ αὐτόθεον, ἐπινοίᾳ κρείττονι ἢ κατὰ ποιμένα καὶ ἄρχοντα καὶ βασιλέα τῇ τῆς θεϊκῆς δυνάμεως μεγαλοπρεπείᾳ οὐ τῶν προβάτων μόνον ἀλλὰ καὶ αὐτοῦ τοῦ ποιμένος ἡγησόμενον. »ἔσται« γὰρ »αὐτοῖς« φησὶν »ὁ δοῦλός μου Δαυὶδ ποιμήν· καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς θεόν«· δοῦλον δὲ καλεῖ τὸν Δαυὶδ δι’ ἣν »ἐκ σπέρματος Δαυὶδ« ἀνείληφεν »μορφὴν δούλου« ὁ σωτὴρ καὶ κύριος ἡμῶν.

καὶ τοῦτ’ ἦν τὸ τρισμακάριον τέλος καθ’ ὃ τὴν ἐπηγγελμένην τῶν οὐρανῶν βασιλείαν τοῖς ταύτης ἀξίοις τοῦ σωτῆρος ἡμῶν πιστουμένου, ὁ ἐπὶ πάντων θεὸς καὶ πατὴρ αὐτοῦ, τὸ πάντων ἀνώτατον ἀγαθόν, αὐτὸς ἑαυτὸν τοῖς ὑπὸ τῷ υἱῷ βασιλευομένοις δωρήσεται, »πάντα ἐν πᾶσιν« γιγνόμενος. ὃ δὴ παρίστη πάλιν αὐτὸς ὁ σωτὴρ καί κύριος ἡμῶν. τὴν μεγάλην εὐχὴν ὑπὲρ τῶν αὐτοῦ γνωρίμων ἀναπέμπων »τῷ θεῷ καὶ πατρί«. δι’ ἧς ἐξαιτεῖται λέγων »ἵνα πάντες ἓν ὦσιν. καθὼς σύ. πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἕν ὦσιν. ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας.

κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς. ἵνα ὦσιν ἕν καθὼς ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς τὸ ἕν. ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.

πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ, ἱνα θεωρῶσιν τὴν δόξαν ἣν δέδωκάς μοι«. αὕτη ἡ μεγάλη τοῦ σωτῆρος ἡμῶν ὑπὲρ ἡμῶν πρεσβεία, ἵν’ ὦμεν σὺν αὐτῷ ὅπου ἂν ᾖ αὐτὸς καὶ ἵνα θεωρῶμεν τὴν δόξαν τὴν αὐτοῦ καὶ ἵνα ἀγαπήσῃ ἡμᾶς καθὼς αὐτὸν ἠγάπησεν ὁ αὐτοῦ πατήρ, 〈καὶ〉 ὅπερ αὐτῷ ἐδωρήσατο τοῦτο δῷ καὶ ἡμῖν, καὶ τὴν δόξαν ἣν αὐτῷ ἔδωκεν ταύτην δῷ καὶ ἡμῖν· ποιῶν ἡμᾶς ἓν τοὺς πάντας, ἵνα μηκέτι ὦμεν πολλοὶ ἀλλ’ οἱ πάντες εἷς, ἑνωθέντες αὐτοῦ τῇ θεότητι καὶ τῇ δόξῃ τῆς βασιλείας, οὐ κατὰ συναλοιφὴν μιᾶς οὐσίας κατὰ δὲ τελείωσιν τῆς εἰς ἄκρον ἀρετῆς.