De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ αὖθις ἐπιλέγει »καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν εἰς τὸν αἰῶνα«. θέα δὲ ἐν πᾶσιν τούτοις ὡς ὁ μὲν θεὸς οὐ ποιμὴν οὐδὲ ἄρχων ἀλλὰ θεὸς ἔσεσθαι τῶν τοῦ μακαρίου τέλους καταξιωθησομένων λέγεται· τῶν δὲ αὐτῶν τούτων προφητεύεται ἄρχων καὶ ποιμὴν γενήσεσθαι ὁ Δαυίδ, ἐπικεκαλυμμένως ἐνταῦθα τοῦ Δαυὶδ τὸν Χριστὸν αἰνιττομένου διὰ τὸ »ἐκ σπέρματος« αὐτοῦ γεγονέναι.

τοῦτο δὲ δῆλον ἐκ τοῦ προτεθνηκέναι τὸν Δαυὶδ τοῦ χρόνου καθ’ ὃν ταῦτ’ ἐλέγετο. σαφέστερον δὲ ταῦτα καὶ Δανιὴλ ὁ προφήτης θεσπίζει τὸν Χριστὸν τοῦ θεοῦ υἱὸν ἀνθρώπου ὀνομάζων λευκῶς οὕτως, ὥσπερ οὖν καὶ ἡ τῶν ἱερῶν Εὐαγγελίων εἴωθεν αὐτὸν ἀποκαλεῖν γραφή. λέγει δὲ τοῦτον τὸν τρόπον· »ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ προσηνέχθη 〈αὐτῷ〉. καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν·