De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
καὶ ἐκείνῳ δὲ ἀναγκαῖον ἐπιστῆσαι τὸν νοῦν ὡς τὸ παρὰ τῷ ἀποστόλῳ λελεγμένον ἐν τῷ »ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν
91r
ἐξουσίαν καὶ δύναμιν« ᾐνίξατο ἡ προφητεία φήσασα »καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς.«τίνα γὰρ ἂν γένοιτο τὰ θηρία τὰ πάλαι πρότερον τοῖς προβάτοις διενοχλοῦντα ἢ αἱ ἀντικείμεναι δυνάμεις; ὧν ἐκποδὼν ἀρθεισῶν, πάσης κακίας καθαρθεὶς ὁ νέος καὶ καινὸς αἰὼν βασιλέα μὲν ἕξει τὸν υἱὸν τοῦ ἀνθρώπου (ἢ κατὰ τὴν προφητείαν ἐπικεκρυμμένως αἰνιττομένην ποιμένα καὶ ἄρχοντα τὸν
Δαυίδ, διὰ τὸ »ἐκ σπέρματος« αὐτὸν γεγονέναι Δαυίδ), τὸν δὲ θεὸν οὐ ποιμένα οὐδὲ ἄρχοντα λέγεται κτήσεσθαι, ἀλλ’ αὐτόθεον, ἐπινοίᾳ κρείττονι ἢ κατὰ ποιμένα καὶ ἄρχοντα καὶ βασιλέα τῇ τῆς θεϊκῆς δυνάμεως μεγαλοπρεπείᾳ οὐ τῶν προβάτων μόνον ἀλλὰ καὶ αὐτοῦ τοῦ ποιμένος ἡγησόμενον. »ἔσται« γὰρ »αὐτοῖς« φησὶν »ὁ δοῦλός μου Δαυὶδ ποιμήν· καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς θεόν«· δοῦλον δὲ καλεῖ τὸν Δαυὶδ δι’ ἣν »ἐκ σπέρματος Δαυὶδ« ἀνείληφεν »μορφὴν δούλου« ὁ σωτὴρ καὶ κύριος ἡμῶν.