De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ὃ δὴ παρίστη 〈ὁ〉 αὐτὸς φήσας ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα«. ὁρᾷς ὅπως τῷ δύνασθαι αὐτὸν ὑποτάξαι αὑτῷ τὰ πάντα καὶ τοῦ σώματος τοῦ ἡμετέρου μετασχηματισμὸν ποιήσει εἰς τὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ« καὶ τὸ ἡμέτερον ἀπεργάσασθαι.

εἰ δὲ τὸ ἡμέτερον σύμμορφον ἔσται τῷ σώματι τῆς δόξης αὐτοῦ«, πῶς οὐχὶ καὶ πολὺ πρότερον τὸ τῆς αὐτοῦ δόξης σῶμα τῆς αὐτοῦ κοινωνὸν ἔσται βασιλείας; καὶ εἰ τὸ ἡμέτερον καταποθήσεται

89r
ὑπὸ τῆς ζωῆς, ὡς ὁ ἀπόστολος ἐμαρτύρησε φήσας »ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«, πῶς οὐχὶ πολὺ πρότερον τὸ αὐτοῦ σῶμα ὡς ἂν ἐξυπηρετησάμενον τῇ αὐτοῦ θεότητι καταποθήσεται. οὐχ ὑπὸ μόνης τῆς ζωῆς ὁμοίως τῷ ἡμετέρῳ ἀλλὰ καὶ ὑπὸ τῆς αὐτοῦ θεότητος; μὴ δὴ οὖν πυνθανέσθω μηδ’ ἀπορείτω τις πρὸς ἑαυτόν, τί δὴ προσήκει λογίζεσθαι περὶ τοῦ σωτηρίου σώματος_, τρανῶς Παύλου λέγοντος ἀκούων, δεῖν καταποθήσεσθαι »〈τὸ〉 θνητὸν ὑπὸ τῆς ζωῆς«, καὶ τὸ ἡμέτερον σῶμα σύμμορφον ἔσεσθαι »〈τῷ σώματι〉 τῆς δόξης τοῦ Χριστοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν 〈καὶ〉 ὑποτάξαι ἑαυτῷ τὰ πάντα«.