De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
χρὴ δὲ ἐπιστῆσαι τὸν νοῦν ὡς καὶ αὐτῷ τῷ υἱῷ τὰ πάντα ὑποταγήσεσθαι ὁ ἀπόστολος ἒφη καὶ ὡς τῇ αὐτῇ ὑποταγῇ καὶ αὐτὸν ὑποταγήσεσθαι τῷ πατρὶ διδάσκει λέγων »ὅταν δὲ τὰ πάντα αὐτῷ
ὑποταγῇ. τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα,ἵνα ᾖ ὁ θεὸς τὰ ἐν πᾶσιν« οὐκ ἀκούει· οὐ γὰρ ἐν τῷ υἱῷ φησιν τὰ πάντα« ἔσεσθαι τὸν θεόν, ἀλλ’ »ἐν πᾶσιν«· ὅπερ μᾶλλον ἔδοξεν ἂν συνάφειάν τινα πάντων καὶ ἕνωσιν σημαίνειν, εἰ πάντα μέλλοι ὁ θεὸς ἐν πᾶσιν εἶναι. τὴν δ’ ὑποταγὴν τοῦ υἱοῦ ἕνωσιν ἑρμηνεύει τοῦ λόγου, | ἓν καὶ ταὐτὸν γενησομένου τῷ πατρὶ καθ’ ἃ καὶ πρότερον ἦν, ὡς αὐτὸς ἔφη.
εἰ τοίνυν ἕνωσιν εἶναι τὴν ὑποταγὴν τὴν πρὸς τὸν πατέρα ὁρίζεται, ἀκόλουθον ἂν εἴη καὶ τὴν πάντων πρὸς τὸν υἱὸν ὑποταγὴν τὴν αὐτὴν πρὸς αὐτὸν ἕνωσιν σημαίνειν, ὡς μηκέτ’ εἶναι τὸν υἱὸν καθ’ ἑαυτὸν μηδὲ τὰ ὑποταγησόμενα αὐτῷ πλήθη τῶν σῳζομένων ἰδίαν ζήσεσθαι ζωήν, συναλοιφὴν δέ τινα καὶ σύγχυσιν γίγνεσθαι τῶν ὅλων, ἕν καὶ ταὐτὸν γενησομένων τοῦ υἱοῦ καὶ τῶν λοιπῶν ἀπάντων, καὶ οὐ μόνον ἀλλὰ καὶ αὐτοῦ τοῦ θεοῦ.
εἰ γὰρ τὰ μὲν πάντα τῷ υἱῷ, ὁ δὲ υἱὸς τῷ πατρὶ
ἀλλ’ ὥσπερ οὐχ ἕνωσιν ὁ ἀπόστολος ἐδήλου λέγων ὑποταγήσεσθαι τῷ υἱῷ »τὰ πάντα«, ἀλλὰ τὴν ἐξ αὐθεκουσίου προαιρέσεως ὑπακοὴν καὶ τὴν δόξαν καὶ τὴν τιμὴν ἣν ἀποδώσει αὐτῷ τὰ πάντα οἷα σωτῆρι καὶ βασιλεῖ τῶν ὅλων, τὸν αὐτὸν τρόπον καὶ τὸ αὐτὸν ὑποταγήσεσθαι τῷ πατρὶ οὐδὲν ἕτερον σημαίνοι ἂν ἢ τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὸ σέβας τήν τε μεγαλοπρέπειαν τήν τε αὐθεκούσιον ὑπακοήν, ἣν καὶ αὐτὸς ἀποδώσει τῷ θεῷ καὶ πατρί«, ἐπειδὰν τοὺς πάντας ἀξίους τῆς πατρικῆς θεότητος εἶναι παρασκευάσῃ.
τέως μὲν γάρ, ὡς ὅτε οὐκ ἄξιοι ταύτης εἰσίν, προλαβὼν αὐτὸς οἷά τις κοινὸς ἁπάντων σωτὴρ διορθωτικὴν τῶν ἀτελῶν καὶ θεραπευτικὴν τῶν θεραπείας δεομένων βασιλείαν βασιλεύει τοὺς τῆς βασιλείας ἐχθροὺς ὑπάγων τοῖς αὐτοῦ ποσίν· ὃ δὴ παρίστησιν ὁ φάσκων Ψαλμὸς »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· καθοῦ ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«,
ὅτε 〈δὲ〉 τοὺς μὲν ἐχθροὺς ὑπὸ πόδας θήσει, τοὺς δὲ τῆς αὐτοῦ βασιλείας ἀξίους ἐν ἀτελευτήτῳ ζωῇ καταστήσει, τηνικαῦτα [γὰρ] καὶ ὁ πάντων ἐχθρὸς θάνατος ἔσχατος καταργηθήσεται· μηδενὸς γὰρ θνήσκοντος ἔτι, ἐν αἰωνίῳ δὲ ζωῇ ζησομένων τότε τῶν τῆς βασιλείας ἀξίων. τὸν θάνατον ἀργήσειν εἰκὸς μηκέτ’ ἔχοντα οὓς θανατώσειεν.
ὧν ὡδε εὐτρεπισθέντων τῷ υἱῷ τοῦ θεοῦ σωτήριον
ὑποταγὴν πάντες οἱ ἅγιοι ὑποταγήσονται· αὐτῷ ζωῇ μὲν ὄντι ζησόμενοι αἰωνίως, σοφίᾳ δὲ ὄντι σοφοὶ γενόμενοι, λόγῳ δὲ ὄντι λόγιοι ἀπεργασθέντες. οὕτω δὲ καὶ χριστοὶ γενήσονται πνεύματι τῆς αὐτοῦ εὐωδίας χρισθέντες, φωστῆρές τε ἀναδειχθήσονται τοῦ νέου αἰῶνος ἐξ αὐτοῦ τὰ φῶτα χορηγούμενοι, καὶ υἱοὶ δὲ θεοῦ ἔσονται τῷ τῆς υἱοθεσίας πνεύματι κοσμηθέντες, καὶ τῶν λοιπῶν ἐν αὐτῶ δυνάμεων μεθέξουσιν οἱ αὐτῷ ὑποταγησόμενοι, ὡς καὶ δικαίους γενέσθαι ἐκ τῆς αὐτοῦ δικαιοσύνης καὶ ἁγίους ἐκ τῆς αὐτοῦ ἁγιωσύνης. ἐπεὶ 〈δὲ〉 καὶ »θεὸς ἦν ὁ λόγος«, οὐδὲ τῆς θεότητος αὐτοῖς φθονήσει.ὥστε ἐπαληθεῦσαι τὸν ἀπόστολον κληρονόμους μὲν θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ« γενήσεσθαι τοὺς ἁγίους προφήσαντα. ναὶ μὴν καὶ σώμασιν οὐρανίοις ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις χρήσονται παραπλησίοις. καὶ ἐν τούτῳ τῆς αὐτοῦ μεταληψόμενοι δόξης·