De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

πρὸς ὃν ἦν εἰπεῖν· καὶ πόθεν σοι, ὦ γενναῖε, ἡ προσθήκη τῶν μὴ φερομένων ἐν τῇ εὐαγγελικῇ γραφῇ; τὸ γὰρ τοῦ ἀνθρωπίνου σώματος ἁψάμενον τὸν σωτῆρα καὶ δείξαντα αὐτὸ τοῖς ὁρῶσιν εἰρηκέναι τοῦτο ὑμᾶς σκανδαλίζει;« παρὰ σαυτοῦ πλάττεις καὶ τὴν προσθήκην ἀπὸ σαυτοῦ ποιεῖσθαι τολμᾷς. ὃ δὴ τόλμημα παρ’ ἑαυτοῦ λαβὼν ἐντεῦθεν οἴεται παρασκευάζειν, ἔρημον τῆς ἐνεργείας τοῦ λόγου τὴν σάρκα τοῦ σωτῆρος καταλειφθήσεσθαι, λέγων

(Nr. 104) εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγῳ; |
οὕτω μὲν οὖν ἀμαθῶς καὶ ἀνεπιστημόνως τὴν εὐαγγελικὴν παρερμηνεῦσαι φωνὴν ὡρμήθη. καὶ τῶν ἀποστολικῶν δὲ ὁμοίως ῥημάτων διαστρόφους ἐξηγήσεις ἐποιεῖτο.