De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα
87r
ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ«. ταῦτα καὶ τὰ τοιαῦτα μυστικώτερον αὐτοῦ διεξιόντος τινὲς τῶν αὐτοῦ μαθητῶν εἶπον »σκληρός ἐστιν ὁ λόγος, τίς δύναται αὐτοῦ ἀκούειν;« πρὸς οὓς ἀπεκρίνατο ὁ σωτὴρ λέγων τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;