De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
πρὸς ταῦτα ὁ σωτὴρ ἀπεκρίνατο »ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον τὸν ἀληθινὸν ἐκ τοῦ οὐρανοῦ«. εἶτ’ ἐπιφέρει »ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς« καὶ πάλιν »ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ« καὶ αὖθις »ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω τὸ σῶμά μού ἐστιν«. καὶ πάλιν προστίθησιν ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν 〈μὴ〉 φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.