De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
πάντως που κατὰ προφορὰν φωνῆς ἐνάρθρου, φθεγγομένου δηλαδὴ καὶ λαλοῦντος τοῦ θεοῦ ὁμοίως ἀνθρώποις. τοῦτο γοῦν αὐτῷ ἐδόκει γράφοντι τοῦτον τὸν τρόπον
(Nr. 55) ὥσπερ γὰρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου σημαίνεται.
καὶ αὖθις
(Nr. 56) πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ’ ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ. |
εἰ δὴ οὖν οὕτως ὁ λόγος προῆλθεν τοῦ πατρὸς δραστικῇ ἐνεργείᾳ, πόθεν Μαρκέλλῳ ἐπῆλθεν περιορίσαι χρόνον τῇ τοῦ λόγου ἐνεργείᾳ τὸν τῆς συντελείας, καθ’ ὃν ἔσεσθαι φάσκει τὸν λόγον ἐν τῷ θεῷ, ὥσπερ καὶ πρότερον ἦν (πρότερον δὲ ἡσυχάζοντα αὐτὸν ἐδίδου ἐν σιωπῶντι τῷ θεῷ); οὐκοῦν καὶ μετὰ τὴν συντέλειαν ἡσυχία τις ἔσται, μηδὲν μέλλοντος ἐνεργεῖν τοῦ λόγου. ἀλλὰ πρὸ μὲν τῆς τῶν γενητῶν συστάσεως οὐδὲν ἦν, φησίν, πλὴν θεοῦ, καὶ ἐπεὶ μηδὲν ἦν, εἰκότως ἑαυτῷ τὴν ἡσυχίαν ἐτυποῦτο·
κατὰ δὲ τὸν τῆς συντελείας καιρὸν Δανιὴλ ὁ προφήτης πρὸ τοῦ θρόνου τοῦ θεοῦ μυριάδας ἔσεσθαι θεσπίζει λέγων »χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοὺ«,
πάντες δέ που καὶ οἱ υἱοὶ τοῦ μέλλοντος αἰῶνος τότε ἔσονται αἵ τε μακάριαι ψυχαὶ πατριαρχῶν καὶ προφητῶν καὶ ἀποστόλων ἅγιά τε πνεύματα μαρτύρων πάντα τε πρόβατα τοῦ σωτῆρος ἡμῶν τὰ ἐκ δεξιῶν αὐτοῦ
στησόμενά τε καὶ ἀκουσόμενα »δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου«.τοσούτων τοίνυν ἐσομένων καὶ ἀθάνατον ζωὴν ζησομένων μετὰ τὸν τῆς κρίσεως καιρόν, διὰ τί μὴ ἐνεργήσει ὁ τοῦ θεοῦ λόγος καὶ τότε; πόθεν δὲ Μαρκέλλῳ παρέστη ἀποφήνασθαι, ὅτι οὐκέτι λαλήσει τοῖς ἁγίοις ὁ θεὸς τότε οὐδὲ χρήσεται ἐνεργῷ τῷ αὐτοῦ λόγῳ, ἀλλ’ ἔσται. ὡς καὶ πρότερον ἦν, ἐν αὐτῷ σιωπῶν δηλαδὴ καὶ ἡσυχάζων; τοῦτο γὰρ παρίστη πολλάκις εἰπὼν τότε ἔσεσθαι αὐτὸν ὡς καὶ πρότερον ἦν· ἦν δὲ πρότερον, ὡς αὐτὸς ἔφη, ἐν ἡσυχίᾳ.
οὐκοῦν ἀποσιωπήσει τότε ὁ θεός, πρὸ τούτου μὲν λαλῶν καὶ τῷ λόγῳ χρώμενος ἐνεργῷ, τότε δὲ κατ’ αὐτὴν τὴν ἐπηγγελμένην βασιλείαν οὐρανῶν τοῦ οἰκείου λόγου καὶ τῆς ἐν αὐτῷ
αὐτίκα 〈γὰρ〉 χωρήσας ἐπὶ τὰς ἀποδείξεις τῆς νέας καὶ καινῆς διαθήκης, πανταχόθεν μὲν ἠλαύνετο στενοχωρούμενος, μίαν δὲ μόνην εὑρὼν λέξιν τῇ αὐ τοῦ συμβαλλομένην κακοδοξίᾳ, ὥσπερ τινὶ περιτυχὼν ἑρμαίῳ ταύτῃ μόνῃ συνεπλάκη, οὐδ’ αὐτῇ ἐκ προσώπου τοῦ σωτῆρος ἡμῶν εἰρημένῃ ἀλλ’ ἐκ προσώπου τοῦ εὐαγγελιστοῦ, δι’ ἧς αὐτὸν ὠνόμασεν, »ἐν ἀρχῇ ἦν ὁ λόγος« εἰπὼν »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«. ἔνθεν γοῦν ὁρμηθεὶς ὡς μηδὲν ὄντα ἕτερον ἢ λόγον ὅμοιον τῷ παρ’ ἡμῖν ἐγνωσμένῳ τὸν υἱὸν ἠρνήσατο.
καίτοι οὐ λόγον μόνον αὐτὸς ὁ μέγας καὶ θεῖος εὐαγγελιστὴς κέκλπκεν, ὡς πολλάκις ἡμῖν εἴρηται, ἀλλὰ καὶ θεὸν καὶ φῶς καὶ υἱὸν καὶ μονογενῆ· αὐτόν τε τὸν σωτῆρα ἱστορεῖ ἑαυτὸν ἀποκαλοῦντα λόγον μὲν οὐδαμοῦ τῆς γραφῆς, δι’ ὅλου δὲ τοῦ εὐαγγελίου ζωὴν καὶ φῶς καὶ μονογενῆ καὶ υἱὸν θεοῦ καὶ ἀλήθειαν καὶ ἀνάστασιν καὶ ἄρτον ζωῆς καὶ ἄμπελον καὶ ποιμένα καὶ μυρία ἕτερα, ὥσπερ οὖν ἤδη προδέδεικται.
τί δήποτ’ οὖν, τοσούτων ὄντων, ἐπὶ μὲν τῶν λοιπῶν ἁπάντων οὐχ ἵσταται ἐπὶ τῆς λέξεως τὴν δὲ τῶν λεγομένων διάνοιαν πολυπραγμονεῖ, ἐπὶ δὲ μόνου τοῦ λόγου κυριολεκτεῖσθαι αὐτόν φησιν ὡς οὐδὲν ὄντα ἕτερον ἢ λόγον. γράφει δ’ οὖν αὐτοῖς ῥήμασιν λέγων
(Nr. 40) οὐ καταχρηστικῶς ὀνομασθεὶς λόγος, κἂν διαρραγῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων λόγος.
καὶ πάλιν
(Nr. 39) μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ λόγον καταχρηστικῶς ὀνομασθέντα, ὡς αὐτοί φασιν, 〈ἀλλ’〉 ἀληθῆ ὄντα λόγον.καὶ αὖθις
(Nr. 43 = 81) πρότερον, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος.καὶ πάλιν
(Nr. 42) πρὸ τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν »ἐπ’ ἐσχάτων τῶν ἡμερῶν« , ὡς καὶ αὐτὸς ἔγραφεν, καὶ [τὸ] γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἢ λόγος.ταῦτα Μαρκέλλῳ λέγοντι ἦν ἂν δίκαιον τοιανδὶ προσαγαγεῖν πεῦσιν· καὶ πόθεν ἡμῖν, ὦ οὗτος, |
τὸ οὐδὲν ἕτερον προστίθης καὶ τὸ μόνον; τὸ μὲν γὰρ »ἐν ἀρχῇ ἦν ὁ λόγος« ἀκριβῶς ἔγνωμεν· καὶ οὐ μόνον, ἀλλὰ καὶ »καὶ θεὸς ἦν ὁ λόγος« καὶ »φῶς ἦν τὸ φωτίζον πάντα ἄνθρωπον« καὶ »μονογενὴς ἦν υἱὸς« καὶ ὅσα κατείλεκται ἕτερα. ὅτι δὲ λόγος ἦν μόνον καὶ οὐδὲν ἕτερον ἢ λόγος οὐκ ἂν ἔχοι τις εἰρημένον ἀποδεῖξαι.
πόθεν οὖν τὸ τῆς προσθήκης τόλμημα; διὰ τί γὰρ οὐχὶ μᾶλλον υἱὸν ἄν τις εἴποι αὐτὸν μόνον καὶ οὐδὲν ἕτερον ἢ υἱόν; διὰ τί δὲ οὐ θεὸν καὶ οὐδὲν ἕτερον ἢ θεόν; διὰ τί μὴ φῶς τοῦ κόσμου καὶ οὐδὲν ἕτερον ἢ τοῦτο; διὰ τί δὲ μὴ ζωὴν καὶ οὐδὲν ἕτερον; καὶ ἐπὶ τῶν παραπλησίων ταὐτὸν ἄν τις δικαιότατα ἂν προτείνειεν.
ἀλλ’ ὥσπερ ἄν τις, εἰ τοῦτο λέγοι, ἐλέγχοιτ’ ἂν ἁμαρτάνων (πάντα γὰρ ἀθρόως ἐστὶν ταῦτα, εἷς ὢν υἱὸς τοῦ θεοῦ καὶ εἴ τι τούτων ἀνώτερον, καθ’ ἑκάστην ἐπίνοιαν τῶν ἐν αὐτῷ θεϊκῶν δυνάμεων διαφόρων
οὕτω καὶ ἐπὶ τοῦ λόγου ὁ φὰς μόνον λόγον αὐτὸν εἶναι καὶ οὐδὲν ἕτερον σφάλλεσθαι ἂν λέγοιτο εἰκότως· μόνου γὰρ τοῦ εὐαγγελιστοῦ Ἰωάννου λόγον αὐτὸν ἀποκαλέσαντος καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἕτερα, τοῦ δὲ σωτῆρος φῶς καὶ ἀλήθειαν καὶ ζωὴν καὶ μονογενῆ υἱὸν καὶ τὰ λοιπὰ ἑαυτὸν ἀνειπόντος λόγον δὲ οὐδαμῶς, πῶς οὐκ
ἄτοπον ἐπὶ μὲν ὧν αὐτὸς ἑαυτὸν ὠνόμασεν μὴ λέγειν ἓν τούτων εἶναι καὶ οὐδὲν ἕτερον, ἐπὶ δὲ τῆς τοῦ εὐαγγελιστοῦ περὶ αὐτοῦ φωνῆς, τῆς λόγον αὐτὸν ἀνειπούσης, διαβεβαιοῦσθαι ὡς οὐδὲν ἕτερον ἦν ἢ λόγος.