De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἀλλὰ τούτων ἐν ἀγνοίᾳ τυγχάνων Μάρκελλος οὐ βούλεται μὲν ἀληθῶς τὸν υἱὸν ἐκ τοῦ πατρὸς γεγεννῆσθαι, ὡς υἱὸν ζῶντα καὶ ὑφεστῶτα, οἷα δὲ λόγον αὐτὸν σημαντικόν τινος ἢ προστακτικὸν προελθεῖν τοῦ θεοῦ φάσκει. ἄκουε δ’ οὖν ἀκαλύπτως καὶ τοῦτο λέγοντος αὐτοῦ ταῖσδε ταῖς φωναῖς

(Nr. 31) τὸ μὲν οὖν πρὸ τῶν αἰώνων αὐτὸν γεγεννῆσθαι φῆσαι, ἀκολούθως εἰρηκέναι δοκεῖ· γέννημα γὰρ τὸ προελθὸν τοῦ προεμένου γίγνεται πατρός. θάτερον δὲ οὐκέτι ὑγιῶς οὐδ’ εὐσεβῶς αὐτῷ παρείληπται. τὸ γὰρ μὴ λόγον εἶναι φῆσαι τὸν ἐξ αὐτοῦ προελθόντα, καὶ τοῦτον εἶναι τὸν τῆς γεννήσεως ἀληθῆ τρόπον, ἀλλ’ ἀληθῶς υἱὸν μόνον, ἔμφασίν τινα τοῖς ἀκούουσιν ἀνθρωπίνης ὄψεως παρέχειν εἴωθεν.

εἶθ’ ὅτι μηδὲ γεγέννηται ἐκ τοῦ πατρὸς ὁ λόγος παριστὰς ὧδε λέγει πρὸς λέξιν

(Nr. 28) ὁ τοίνυν ἱερὸς ἀπόστολος καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης ἀιδιότητος αὐτοῦ μνημονεύων ἀληθὴς ἐγίγνετο τοῦ λόγου μάρτυς, »ἐν ἀρχῇ ἦν ὁ λόγος« ‹λέγων› »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«, οὐδὲν γενέσεως ἐνταῦθα μνημονεύων τοῦ λόγου.
οὕτω δὴ τὸν υἱὸν τοῦ θεοῦ ἀρνούμενος, τὸν ἐν τῷ θεῷ λόγον ποτὲ μὲν ἔνδον εἶναι ἐν τῷ θεῷ ἔφασκεν ποτὲ δὲ προϊέναι τοῦ θεοῦ, καὶ ἄλλοτε πάλιν ἀναδραμεῖσθαι εἰς τὸν θεὸν καὶ ἔσεσθαι ἐν αὐτῷ,

ὡς καὶ πρότερον ἦν. ἐπάκουσον δ’ ὅπως ταῦτα λέγει τούτοις τοῖς ῥήμασιν

(Nr. 108) νυνὶ δὲ πιστεύω ταῖς θείαις γραφαῖς, ὅτι εἷς ὁ θεός. καὶ ὁ τούτου λόγος προῆλθεν μὲν τοῦ πατρός, ἵνα πάντα δι’ αὐτοῦ γένηται· μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως καὶ τὴν τῶν ἁπάντων διόρθωσιν καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἁπάσης ἐνεργείας,
65r
»τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα« »θεῷ καὶ πατρί«, ἵν’ οὕτως ιἦ ἐν τῷ θεῷ ὁ λόγος, ὥσπερ καὶ πρότερον ἦν πρὸ τοῦ τὸν κόσμον εἶναι. οὐδενὸς γὰρ ὄντος πρότερον ἢ τοῦ θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ λόγου γίγνεσθαι μελλόντων, προῆλθεν ὁ λόγος δραστικῇ ἐνεργείᾳ, λόγος τοῦ πατρὸς ὤν.

καὶ πάλιν τὴν αὐτὴν διάνοιαν λευκότερον τίθησιν ὧδε γράφων

(Nr. 54) πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ πατρί. | ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τά τε ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς προέθετο ποιῆσαι, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὑπ’ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν.

καὶ αὖθις μετὰ πάντα ἐπιφέρει λέγων

(Nr. 34) καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ καὶ μετὰ τὸ τέλος τῆς πράξεως
αὖθις, ὡς λόγος, ἑνωθῇ τῷ θεῷ, πληρῶν ἐκεῖνο τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον· »τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ιἦ τὰ πάντα καὶ ἐν πᾶσιν ὁ θεός«. ἔσται γὰρ τηνικαῦτα τοῦθ’ ὅπερ πρότερον ἦν.
τοσαῦτα Μάρκελλος περὶ τοῦ λόγου εἰπὼν τοῦ ἐν τῷ θεῷ, καθ’ ὃν νοοῦμεν αὐτὸν λογικὸν εἶναι, δεινῇ δυσχωρίᾳ περιπέπτωκεν, τολμήσας ἐκτὸς τοῦ θεοῦ γεγονέναι ποτὲ φάναι τὸν ἐν αὐτῷ λόγον, καὶ πάλιν ἐντὸς αὐτοῦ μετὰ τὸν καιρὸν τῆς κρίσεως, ἵν’ οὕτως ᾖ ἐν τῷ θεῷ ἑνωθεὶς αὐτῷ, ὥσπερ καὶ πρότερον ἦν.