De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

διὸ πιστεύειν παρείληφεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, τῆς ἁγίας ταύτης καὶ μυστικῆς πίστεως τὴν ἐν Χριστῷ παρεχούσης ἀναγέννησιν τοῖς δι’ αὐτῆς φωτιζομένοις. ἀλλὰ τὴν μονάδα φησὶν Μάρκελλος ἐνεργείᾳ πλατύνεσθαι, ‹ὂ› ἐπὶ μὲν σωμάτων χώραν ἔχει, ἐπὶ δὲ τῆς ἀσωμάτου καὶ ἀλέκτου καὶ ἀνεκφράστου οὐσίας οὐκέτι.