De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἡ δὲ ἐκκλησία τοῦ θεοῦ καὶ τὴν μονάδα τὴν ἀδιαίρετον γνωρίζει, μίαν ἀρχὴν ὁμολογοῦσα, τὸν ἕνα καὶ ἀγένητον καὶ ἄναρχον θεόν· καὶ τὸν ἐξ αὐτοῦ δὲ γεννηθέντα μονογενῆ υἱόν, ἀκριβῶς ὄντα καὶ ζῶντα καὶ ὑφεστῶτα, σωτῆρα ἐπιγράφεται, οὐκ ἄναρχον ὄντα οὐδὲ ἀγέννητον, ἵνα μὴ δύο ἀρχὰς καὶ δύο θεοὺς ὑποστήσηται, ἐξ αὐτοῦ δὲ γεννηθέντα τοῦ πατρὸς καὶ ἀρχὴν ἔχοντα τὸν γεγεννηκότα.

διὸ πιστεύειν παρείληφεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, τῆς ἁγίας ταύτης καὶ μυστικῆς πίστεως τὴν ἐν Χριστῷ παρεχούσης ἀναγέννησιν τοῖς δι’ αὐτῆς φωτιζομένοις. ἀλλὰ τὴν μονάδα φησὶν Μάρκελλος ἐνεργείᾳ πλατύνεσθαι, ‹ὂ› ἐπὶ μὲν σωμάτων χώραν ἔχει, ἐπὶ δὲ τῆς ἀσωμάτου καὶ ἀλέκτου καὶ ἀνεκφράστου οὐσίας οὐκέτι.

οὐδὲ γὰρ ἐν τῷ ἐνεργεῖν

63r
πλατύνεται οὐδ’ ἐν τῷ μὴ ἐνεργεῖν συστέλλεται, οὐδ’ ὅλως ὁμοίως ἀνθρώποις ἐνεργεῖ οὐδ’ ὁμοίως ἀνθρώποις κινεῖται· μονὰς δὲ ὢν ἀδιαίρετος ὁ θεὸς τὸν μονογενῆ αὐτοῦ υἱὸν ἐξ ἑαυτοῦ ἐγέννα, οὐ διαιρούμενος οὐδ’ ἀλλοίωσιν ἢ τροπὴν ἢ ῥοὴν ἢ τι πάθος ὑπομένων.

οὐδὲ γὰρ προστάττων οὐδ’ ἐγκελευόμενος οὐδὲ νομοθετῶν, ὁμοίως ἀνθρώποις γλώττῃ καὶ χείλεσιν λαλῶν, ταῦτα πράττει, οὐδέ γε ἀφορῶν εἰς τὴν τοῦ παντὸς διακόσμησιν ὁμοίως ἡμῖν ὀφθαλμοῖς χρώμενος ἐνατενίζει, ὁπότε καὶ »τὰ μὴ ὄντα« προλαβὼν ἀρρήτῳ καὶ θεϊκῇ δυνάμει ὡς ἤδη ὄντα καὶ ὑφεστῶτα θεωρεῖ.

ἀλλ’ οὐδὲ ποιῶν καὶ δημιουργῶν ὁμοίως τοῖς παρ’ ἡμῖν τεχνίταις προϋποκειμένην ὕλην λαβὼν χερσὶν καὶ δακτύλοις τεκταίνεται, ἀρρήτῳ δὲ πάλιν καὶ ἀκαταλήπτῳ δυνάμει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὴν τῶν γενητῶν ἁπάντων ὑπεστήσατο οὐσίαν. εἰ δὴ οὖν πάντα λόγοις ἡμῖν ἀρρήτοις καὶ ἀσυλλογίστοις ἐποίει. τί δὴ χρὴ ἀγωνιᾶν, μὴ ὁμοίως τοῖς θνητοῖς ζῴοις πάθος τι περὶ αὐτὸν εἴποιμεν γεγονέναι | ἐπὶ τῇ τοῦ υἱοῦ γεννήσει, ἣν ὑπὲρ πάντα καὶ

πρὸ πάντων ὑπέστη, οὐ κατά τι τῶν τῇ θνητῶν φύσει συνεγνωσμένων, κατὰ δὲ τὸν αὐτῷ μόνῳ γνωριζόμενον τρόπον;