De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ἀλλ’ ὁ μὲν ἀπρόσιτος καὶ ἀχώρητος εἴη ἂν τοῖς πᾶσιν ὁ πατήρ, ὁ δὲ τοῖς πᾶσιν ἐγγίων, ἅτε δὴ τὰ πάντα πατρικῷ νεύματι διακυβερνῶν (διὸ οὐ περὶ τοῦ πατρός, περὶ δὲ τοῦ υἱοῦ λέλεκται τὸ »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο«)· καὶ ὁ μὲν ἐπέκεινα ἦν τῶν ὅλων καὶ ὑπὲρ πάντα »φῶς οἰκῶν ἀπρόσιτον«, ὁ δὲ διὰ πάντων καὶ ἐν πᾶσιν κηδεμονικῇ διήκων προνοίᾳ, ὡς κατὰ τοῦτο μόνον αὐτῷ συμβάλλεσθαι τὴν τοῦ ἀνθρωπείου λόγου εἰκόνα. ἀλλὰ γὰρ τούτων ἡμῖν ἀποδεδειγμένων, εἰκός τινα τῶν φιλομαθῶν ἐρωτᾶν·
διὰ τί δὲ τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς ὁ εὐαγγελιστὴς λόγον ἀνεφώνησεν; πρὸς ὃν ἐροῦμεν ὅτι διὰ τὰς ἀνακρύπτους πάλαι περὶ αὐτοῦ προφητείας. ἐπειδὴ γὰρ ἐφ’ ἑκάστῳ προφήτῃ »λόγος κυρίου ὃς ἐγενήθη« φέρε »πρὸς Ἡσαΐαν« εἴρηται καὶ »ἀρχὴ λόγου κυρίου ἐν Ὡσηέ« καὶ »λόγος κυρίου ὃς ἐγενήθη πρὸς Ἰωήλ« καὶ ἐγένετο λόγος κυρίου πρὸς Ἰωνᾶν«,
καὶ »πρὸς Μιχαίαν« ὁμοίως, καὶ πρὸς τοὺς λοιποὺς προφήτας παραπλησίως ἐφ’ ἑκάστῳ προφήτῃ τὸ ἐγένετο προσέκειτο (τῆς θείας γραφῆς ἀκριβῶς καὶ ἀναγκαίως ἐπισημαινομένης ὡς ἐν οὐδενὶ τῶν προφητῶν
ἦν, ἀλλὰ καθ’ ἕκαστον ἐγίγνετο, πρὸς ὃ ἡ ἑκάστου δύναμις οἵα τε ἦν χωρεῖν προσιὼν αὐτῇ καὶ τῇ ἑκάστου ψυχῇ τὸ κατάλληλον παρέχων ἐξ αὐτοῦ πνεῦμα), καὶ νοερὰν εἰκότως ἐπὶ τοῦ παρόντος ὁ εὐαγγελιστὴς τοῦ λόγου ἔμελλεν εὐαγγελίζεσθαι οἰκονομίαν, οὐκέθ’ ὁμοίως τοῖς παλαιοῖς γεγονέναι αὐτὸν ‹πρὸς› ἕτερόν τινα διδάσκει, ἀλλ’ αὐτὸν σάρκα ἀνειληφέναι καὶ ἄνθρωπον γεγονέναι. εἶτ’ ἐπειδὴ τὴν εἰς ἀνθρώπους αὐτοῦ σωτήριον τοῖς πᾶσιν πάροδον κηρύττειν ἔμελλεν, ἑξῆς λέγων »καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν«, ἀναγκαίως ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει, τὸν χθὲς καὶ πρώην σαρκωθέντα λόγον τίς ποτε ἦν καὶ ὁποῖος δεικνύς,