De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ἢ γὰρ καὶ θεοῦ ἦν ὁ λόγος ἐχρῆν εἰπεῖν ἢ ὁ θεὸς ἦν ὁ λόγος, μετὰ προσθήκης τοῦ ἄρθρου, εἰ τῇ Μαρκέλλου διανοίᾳ σύμφωνον τὴν γραφὴν ἐποιεῖτο. νυνὶ δὲ καὶ αὐτὸν τὸν λόγον θεὸν εἶναι παρίστη, ὁμοίως τῷ πρὸς ὃν ἦν θεῷ· προειπὼν γὰρ »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν«, ἐπάγει λέγων »καὶ θεὸς ἦν ὁ λόγος«, μονονουχὶ σαφέστερον ἡμᾶς διδάσκων πρῶτον μὲν ἡγεῖσθαι θεὸν τὸν ἐπέκεινα τῶν ὅλων αὐτὸν τὸν τοῦ λόγου πατέρα, πρὸς ὃν ἦν ὁ λόγος, ἔπειτα μετ’ αὐτὸν μὴ ἀγνοεῖν ὡς καὶ ὁ λόγος αὐτοῦ ὁ μονογενὴς υἱός, οὐχὶ αὐτὸς ἦν ὁ ἐπὶ πάντων θεός, ἀλλ’ ὅτι καὶ αὐτὸς θεὸς ἦν.
ὁ γὰρ »καὶ« σύνδεσμος τῷ πατρὶ συνάπτει τὴν θεότητα τοῦ υἱοῦ. διό φησιν »καὶ θεὸς ἦν ὁ λόγος«, ἵν’ ἴδωμεν θεὸν τὸν ἐπὶ πάντων πρὸς ὃν ἦν ὁ λόγος. καὶ θεὸν αὐτὸν τὸν λόγον ἄκουε, ὡς εἰκόνα τοῦ θεοῦ, καὶ εἰκόνα οὐχ ὡς ἐν ἀψύχῳ ὕλῃ, ἀλλ’ ὡς ἐν υἱῷ ζῶντι καὶ ἀκριβέστατα πρὸς τὴν ἀρχέτυπον θεότητα τοῦ πατρὸς ἀφωμοιωμένῳ.
ἐπεὶ δὲ τῷ ἀνθρωπίνῳ λόγῳ τὸν τοῦ θεοῦ παραβάλλειν ἐδόκει Μαρκέλλῳ, καὶ πόσῳ βελτίω εἶναι φήσομεν, εἰκόνι χρώμενον τῷ ἀνθρωπίνῳ λόγῳ, τούτῳ μᾶλλον χρήσασθαι τῷ παραδείγματι
καὶ φάναι τοῦ παρ’ | ἡμῖν λόγου πατέρα εἶναι τὸν νοῦν, ἕτερον ὄντα παρὰ τὸν λόγον. τὸν μὲν γὰρ νοῦν, ὅστις ποτὲ καὶ ὁποῖος ὢν τὴν οὐσίαν ὑπάρχει, οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς δ’ οἷα ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις ἱδρυμένος τὰ πρακτέα βουλεύεται· ὁ δ’ ἐξ αὐτοῦ λόγος οἷα πατρὸς ἐξ ἀδύτων μυχῶν γεγεννημένος τοῖς ἐκτὸς πᾶσιν καθίσταται γνώριμος.εἶθ’ οἱ μὲν ἐκ τῆς τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ’ ἀφανῆ καὶ ἀόρατον νοῦν, τὸν δὴ τοῦ λόγου πατέρα, οὐδεὶς πώποτε εἶδεν.
κατὰ τὰ αὐτὰ δή, μᾶλλον δ’ ἐπέκεινα πάσης εἰκόνος τε καὶ παραδείγματος, ὁ τοῦ παμβασιλέως θεοῦ τέλειος λόγος, οὐ κατὰ τὸν προφορικὸν ἀνθρώπων λόγον ἐκ συλλαβῶν καὶ ῥημάτων καὶ ὀνομάτων συγκείμενος, οἷα δὲ μονογενὴς τοῦ θεοῦ υἱὸς ζῶν καὶ ὑφεστὼς πρόεισιν μὲν τῆς πατρικῆς θεότητός τε καὶ βασιλείας, ἐπάρδει δὲ τῷ σύμπαντι κόσμῳ τὰς ἐξ αὐτοῦ χορηγίας, ζωῆς καὶ λόγου καὶ σοφίας καὶ φωτὸς καὶ παντὸς ἀγαθοῦ μετουσίας τοῖς γενητοῖς ἅπασιν ἐπιλιμνάζων, τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων ἐπέκεινα ὄντος ἀλήπτου τε καὶ ἀχωρήτου τοῖς πᾶσιν, κατὰ τὸν ἀφανῆ καὶ ἀόρατον νοῦν, παρ’ ὃ καὶ »φῶς
ἀλλ’ ὁ μὲν ἀπρόσιτος καὶ ἀχώρητος εἴη ἂν τοῖς πᾶσιν ὁ πατήρ, ὁ δὲ τοῖς πᾶσιν ἐγγίων, ἅτε δὴ τὰ πάντα πατρικῷ νεύματι διακυβερνῶν (διὸ οὐ περὶ τοῦ πατρός, περὶ δὲ τοῦ υἱοῦ λέλεκται τὸ »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο«)· καὶ ὁ μὲν ἐπέκεινα ἦν τῶν ὅλων καὶ ὑπὲρ πάντα »φῶς οἰκῶν ἀπρόσιτον«, ὁ δὲ διὰ πάντων καὶ ἐν πᾶσιν κηδεμονικῇ διήκων προνοίᾳ, ὡς κατὰ τοῦτο μόνον αὐτῷ συμβάλλεσθαι τὴν τοῦ ἀνθρωπείου λόγου εἰκόνα. ἀλλὰ γὰρ τούτων ἡμῖν ἀποδεδειγμένων, εἰκός τινα τῶν φιλομαθῶν ἐρωτᾶν·
διὰ τί δὲ τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς ὁ εὐαγγελιστὴς λόγον ἀνεφώνησεν; πρὸς ὃν ἐροῦμεν ὅτι διὰ τὰς ἀνακρύπτους πάλαι περὶ αὐτοῦ προφητείας. ἐπειδὴ γὰρ ἐφ’ ἑκάστῳ προφήτῃ »λόγος κυρίου ὃς ἐγενήθη« φέρε »πρὸς Ἡσαΐαν« εἴρηται καὶ »ἀρχὴ λόγου κυρίου ἐν Ὡσηέ« καὶ »λόγος κυρίου ὃς ἐγενήθη πρὸς Ἰωήλ« καὶ ἐγένετο λόγος κυρίου πρὸς Ἰωνᾶν«,
καὶ »πρὸς Μιχαίαν« ὁμοίως, καὶ πρὸς τοὺς λοιποὺς προφήτας παραπλησίως ἐφ’ ἑκάστῳ προφήτῃ τὸ ἐγένετο προσέκειτο (τῆς θείας γραφῆς ἀκριβῶς καὶ ἀναγκαίως ἐπισημαινομένης ὡς ἐν οὐδενὶ τῶν προφητῶν
ἦν, ἀλλὰ καθ’ ἕκαστον ἐγίγνετο, πρὸς ὃ ἡ ἑκάστου δύναμις οἵα τε ἦν χωρεῖν προσιὼν αὐτῇ καὶ τῇ ἑκάστου ψυχῇ τὸ κατάλληλον παρέχων ἐξ αὐτοῦ πνεῦμα), καὶ νοερὰν εἰκότως ἐπὶ τοῦ παρόντος ὁ εὐαγγελιστὴς τοῦ λόγου ἔμελλεν εὐαγγελίζεσθαι οἰκονομίαν, οὐκέθ’ ὁμοίως τοῖς παλαιοῖς γεγονέναι αὐτὸν ‹πρὸς› ἕτερόν τινα διδάσκει, ἀλλ’ αὐτὸν σάρκα ἀνειληφέναι καὶ ἄνθρωπον γεγονέναι. εἶτ’ ἐπειδὴ τὴν εἰς ἀνθρώπους αὐτοῦ σωτήριον τοῖς πᾶσιν πάροδον κηρύττειν ἔμελλεν, ἑξῆς λέγων »καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν«, ἀναγκαίως ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει, τὸν χθὲς καὶ πρώην σαρκωθέντα λόγον τίς ποτε ἦν καὶ ὁποῖος δεικνύς,θεολογεῖ τε αὐτόν, ὁμοῦ τὴν γνῶσιν αὐτοῦ καὶ τὴν εἰς ἀνθρώπους θεοφάνειαν εὐαγγελιζόμενος. εἶθ’ ὡς τῶν παλαιῶν ἐκ τῶν θείων ἀναγνωσμάτων προμεμαθηκότων τὸν ἐφ’ ἑκάστῳ προφήτῃ γενόμενον λόγον, αὐτὸς τὴν θειοτέραν καὶ ἐξαίρετον ἀρχὴν αὐτοῦ κηρύττει, ἥν οὐδεὶς προφητῶν ἀνθρώποις γυμνῶς οὕτως καὶ ἀπαρακαλύπτως ἐξέφηνεν.
διὸ μεγάλῃ φωνῇ τοῖς πᾶσιν τὸ λεληθὸς καὶ κρύφιον περὶ τοῦ λόγου μυστήριον παραδιδοὺς ἐβόα λέγων ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο. καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.
εἰ γὰρ παρὰ τῶν προτέρων θείων γραφῶν παιδαγωγούμενοι πάλαι πρότερον μεμαθήκατε, φησίν, ὅτι λόγος κυρίου ἐγένετο πρὸς τόνδε τὸν προφήτην καὶ πρὸς ἕτερον πάλιν ὁμοίως ἐγένετο καὶ αὖθις πρὸς ἄλλον, ἀλλὰ νῦν οὐχ ὅπως ἐγένετο ἀλλ’ ὅπως ἦν ἐν ἀρχῇ τοῖς πᾶσιν ἀναγκαῖον εὐαγγελίσασθαι καὶ ὡς »θεὸς ἦν« καὶ ὡς »πάντα δι’ αὐτοῦ ἐγένετο« καὶ ὡς αὐτὸς ἐκεῖνος
| ταῦτ’ εὐηγγελίζετο Ἰωάννης ὁ μέγας τοῦ Χριστοῦ μαθητὴς καὶ ἀπόστολος, τὰ νέα καὶ καινὰ τοῦ σωτῆρος παιδεύων ἅπαντας ἀνθρώπους μυστήρια. οὐχ ὅτι λογικὸς ἦν ὁ θεός, οὐδ’ ὅτι αὐτὸς πρὸς ἑαυτὸν διενοεῖτο καὶ ἑαυτῷ προσδιελέγετο »ποιήσωμεν ἄνθρωπον« λέγων, οὐδ’ ὅτι λόγοις κέχρηται τοῖς τῶν πρακτέων παραγγελτικοῖς. ταῦτα γὰρ πᾶς ἀρνούμενος τὸν υἱὸν τοῦ θεοῦ εἴποι ἄν.