De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Ἐγὼ μὲν ᾤμην ἐξαρκεῖν τὰς τῶν αὐτοῦ Μαρκέλλου φωνῶν παραθέσεις, ἃς διὰ τῶν ἔμπροσθεν ἀνελεξάμην, πρὸς τὸν καθ’ ἑαυτῶν ἔλεγχον. οὕτω γὰρ προφανῆ καὶ ἀδιάτρεπτον τὴν ἄρνησιν τοῦ υἱοῦ τοῦ θεοῦ περιεῖχον, ὡς καὶ δίχα πάσης ἀντιρρήσεως τοῖς τῆς ἐκκλησίας τοῦ θεοῦ τροφίμοις φευκτὸν εἶναι τὸν ἐν αὐτοῖς λόγον.

ἐπεὶ δὲ διεσκεψάμην, μήποτ’ ἄρα τινὲς τῆς ἐκκλησιαστικῆς θεολογίας ὑποσυρεῖεν τῇ πολλῇ | παραθέσει, ᾗ κέχρηται ὁ ἀνὴρ εἰς πίστωσιν ὧν ᾤετο αὐτῷ συμβαλεῖσθαι, καὶ τούτων ἔκρινα δεῖν ἐπὶ τοῦ παρόντος τὸν ἔλεγχον ἐκφῆναι, ὡς ἂν μάθοι πᾶς ὅτι μηδὲ εἷς αὐτῷ λόγος τῆς ἐνθέου γραφῆς ἀρνουμένῳ τὸν υἱὸν τοῦ θεοῦ συνῳδὸν παρείχετο μαρτυρίαν, πάντες δ’ ἄντικρυς

49r
αὐτῷ τὴν ἐναντίαν ἐφθέγγοντο φωνὴν ‹ἀ›διαστρόφως τὰς οὐκ ὀρθῶς αὐτοῦ τῶν θείων γραφῶν παρεξηγήσεις εὐθύνοντες. συνάψω δὲ κατὰ τὸ αὐτὸ τῇ τούτων φώρᾳ τὴν τοῦ σωτῆρος ἡμῶν θεολογίαν. νεώτερον μὲν λέγειν ἔχων οὐδέν, οὐδ’ ἐμαυτοῦ σοφόν τι καὶ οἰκεῖον εὕρεμα, τῆς δ’ ἐκκλησίας τοῦ θεοῦ τὴν ἀδιάφθορον διδασκαλίαν προϊσχόμενος, ἣν παρὰ τῶν αὐτοπτῶν καὶ αὐτηκόων τοῦ λόγου ἄνωθεν ἐξ ἀρχῆς παραλαβοῦσα φυλάττει.