De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ὁ μετὰ ταύτας | τὰς φωνὰς γενητὸν ἐξ οὐκ ὄντων καὶ κτίσμα προηγμένον ἐκ τοῦ μὴ ὄντος τὸν υἱὸν ὁριζόμενος λέληθεν τοὔνομα μὲν αὐτῷ μόνον χαριζόμενος. τὸ δ’ ἀληθῶς υἱὸν εἶναι ἀρνούμενος. ὁ γὰρ ἐξ οὐκ ὄντων γεγονὼς οὐκ [ἂν] ἀληθῶς γένοιτ’ ἂν υἱὸς θεοῦ, ὅτι μηδὲ ἄλλο τι τῶν γεννητῶν.
ὁ δ’ ἀληθῶς υἱὸς τοῦ θεοῦ, ἐξ αὐτοῦ ἅτε δὴ ἐκ πατρὸς ἀποεχθείς, εἰκότως καὶ μονογενὴς καὶ ἀγαπητὸς χρηματίσειεν ἂν τοῦ πατρός· οὕτω δὲ καὶ θεὸς ἂν εἴη. τί γὰρ ἂν γένοιτο θεοῦ γέννημα 〈ἢ τὸ〉 τῷ γεγεννηκότι ἀφωμοιωμένον ; κτίζει μὲν οὖν βασιλεὺς πόλιν ἀλλ’ οὐ γεννιᾷ πόλιν, γεννᾶν δὲ υἱὸν ἀλλ’ οὐ κτίζειν λέγεται· καὶ [ὁ] τεχνίτης δημιουργὸς ἀλλ’ οὐχὶ πατὴρ γένοιτ’ ἂν τοῦ πρὸς αὐτοῦ δημιουργουμένου, τοῦ δ’ ἐξ αὐτοῦ φύντος υἱοῦ οὐκ ἢν δημιουργὸς λεχθείη. καὶ δὴ καὶ ὁ τῶν ὅλων θεὸς τοῦ μὲν υἱοῦ πατήρ, τοῦ δὲ κόσμου κτίστης ἂν εἰκότως καὶ ποιητὴς λέγοιτο.
εἰ δ’ ἅπαξ που τῆς γραφῆς εὑρίσκοι τις εἰρημένον »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, τὸν νοῦν ἐπισκοπεῖν χρὴ τοῦ λόγου, ὃν μικρὸν ὕστερον ἐκθήσομαι, ἀλλὰ μὴ κατὰ Μάρκελλον ἐκ μιᾶς λέξεως τὸ κυριώτατον τῆς ἐκκλησίας παρασαλεύειν δόγμα. κἀκεῖνος γὰρ ἅπαξ ἀκούσας λόγον εἶναι τὸν υἱόν, ἐπὶ τὸν ἄνθρωπον καταπεσὼν τὴν ὕπαρξιν ἠθέτει αὐτοῦ.