De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

τοσούτων ἀγαθῶν ὁ μόνος ἀγαθὸς πατὴρ τὸν υἱὸν ὑφίστη, αὐτοζωὴν ὄντα ζωοποιὸν τῶν ὅλων, καὶ αὐτοφῶς »τὸ ἀληθινὸν« καὶ πάσης νοερᾶς καὶ λογικῆς οὐσίας φωτιστικόν, καὶ

αὐτολόγον καὶ 〈αὐτο〉σοφίαν σοφῶς τὰ πάντα καὶ λογικῶς ὑφιστάμενόν τε καὶ διοικοῦντα, ὧν δὴ χάριν μονογενὴς υἱὸς τοῦ θεοῦ μόνος αὐτὸς καὶ οὐδεὶς ἄλλος ἀνηγόρευταί τε καὶ ἔστιν.

ὅθεν εἰκότως ἄν τις μέμψαιτο τοῖς κτίσμα αὐτὸν φάναι τετολμηκόσιν, ἐξ | οὐκ ὄντων ὁμοίως τοῖς λοιποῖς κτίσμασιν γενόμενον. καὶ πῶς γὰρ ἔτι ἔσται υἱός; πῶς δὲ μονογενὴς τοῦ θεοῦ ὁ τὴν αὐτὴν τοῖς λοιποῖς κτίσμασιν ἐπιγραφόμενος φύσιν; ταύτῃ γὰρ ἀδελφὸς ἂν τούτων γένοιτο μᾶλλον, οὐχὶ δὲ υἱὸς τοῦ θεοῦ, τῶν τε πολλῶν γενητῶν ἔσται εἷς, ἅτε τῆς ἐξ οὐκ ὄντων κτίσεως ὁμοίως αὐτοῖς μετασχὼν κοινωνίας.

ἀλλ’ οὐχ ὧδε τὰ θεῖα περὶ αὐτοῦ παιδεύει λόγια. ἀλλ’ ὅτε μὲν τῆς τῶν γενητῶν ὑπάρξεως τὴν διδασκαλίαν ποιεῖται, ἀθρόως τὰ πάντα μαρτυρεῖ δι’ αὐτοῦ γεγονέναι· »πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν« καὶ »ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα« καὶ »τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν« κατὰ τὰς ἀποστολικὰς διδασκαλίας.

ὅτε δὲ τὴν περὶ αὐτοῦ θεολογίαν εἰσάγει, τῶν μὲν λοιπῶν ἀπάντων αὐτὸν ἀφορίζει, κύριον δὲ αὐτὸν καὶ δεσπότην καὶ δημιουργὸν καὶ θεὸν καὶ σωτῆρα τῶν ὅλων οἶδεν, μονογενῆ τε υἱὸν θεοῦ μόνον αὐτὸν καὶ οὐδένα ἄλλον ἀποφαίνει, σοφίαν τε καὶ λόγον καὶ ζωὴν καὶ φῶς μόνον αὐτὸν ἀποκαλεῖ, εἰκόνας 〈τε〉 »τοῦ θεοῦ τοῦ ἀοράτου« καὶ »ἀπαύγασμα φωτὸς ἀιδίου«, ἕτερά τε μύρια τούτοις ἀδελφὰ περὶ αὐτοῦ δοξάζειν διδάσκει, ὧδέ πη τῆς πατρικῆς θεότητος τὴν πρὸς μόνον αὐτὸν ὡσανεὶ πρὸς υἱὸν μονογενῆ ἰδιάζουσαν σχέσιν ἐπιδεικνύμενα.

διὸ καὶ υἱὸν ἀγαπητὸν ἀνεκήρυττεν μόνον αὐτὸν ἀμφὶ τὰ Ἰορδάνου ῥεῖθρα ἡ πατρικὴ φωνὴ μεγάλῃ μαρτυροῦσα βοῇ

51r
»οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα« . καὶ δευτεροῖ γε τὴν μαρτυρίαν καὶ ἐπὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως τὸν αὐτὸν ἐπισφραγιζομένη λόγον.

αὐτοῦ τοιγαροῦν

τοῦ τῶν ὅλων θεοῦ ταύτην αὐτῷ τὴν μαρτυρίαν παρασχομένου, τοῦ τε εὐαγγελιστοῦ διαρρήδην αὐτὸν υἱὸν μονογενῆ εἶναι διδάσκοντος δι’ ὧν ἔφη »θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς υἱὸς (ἢ »μονογενὴς θεὸς«) ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο« ἀλλὰ καὶ αὐτοῦ τοῦ σωτῆρος ἐν ταῖς περὶ αὐτοῦ διδασκαλίαις ταῦτ’ ἐπισφραγιζομένου, δι’ ὧν ἔλεγεν »οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον«,