De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ ἔπρεπεν γὰρ τῷ ἐπὶ πάντων θεῷ πρὸ παντὸς γενητοῦ καὶ πρὸ πάντων αἰώνων τὸ μονογενὲς τοῦτο προβαλέσθαι γέννημα, ὥσπερ τινὰ κρηπίδα καὶ θεμέλιον ἀρραγῆ τῶν μελλόντων δι’ αὐτοῦ γενήσεσθαι. διὸ δὴ πρὸ πάντων τῶν μελλόντων ἔσεσθαι τὸν υἱὸν ἐγέννα ὥσπερ τινὸς φωτὸς ἀκτῖνα καὶ ζωῆς πηγὴν καὶ θησαυρὸν ἀγαθῶν, »ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι« κατὰ τὸν θεῖον ἀπόστολον.