De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
καὶ πόσῳ τούτου κρείττων, ἐν κακῶν ἐκλογῇ, ὁ μὴ διαιρῶν μὲν τὴν ἄναρχον καὶ ἀγέννητον καὶ θεϊκὴν δύναμιν τὸν αὐτὸν δ’ εἶναι ὁμολογῶν γυμνῷ τῷ λόγῳ, πόσῳ δὲ ἑκατέρων βελτίων ὁ Ἰουδαῖος, τὸν ἕνα θεὸν οὐ διαιρῶν εἰς πατέρα καὶ υἱὸν Μαρκέλλῳ παραπλησίως οὐδὲ τὸν αὐτὸν υἱοπάτορα κατὰ τὸν Σαβέλλιον εἰσάγων, ἀλλὰ σέβων μὲν τὸν θεὸν γνωρίζων δὲ καὶ προσδοκῶν τὸν Χριστὸν αὐτοῦ τὸν διὰ τῶν προφητῶν ἥξειν κηρυττόμενον, ὃν ἐλθόντα ἐπεὶ μὴ παρεδέξαντο, δίκην τῆς εἰς αὐτὸν ἀπιστίας ὑπέσχον τε καὶ ὑφέξουσιν.