De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ἣν δὴ θεολογίαν οἱ πολλοὶ νοεῖν οὐ χωρήσαντες, ποικίλας ἀτραποὺς ἐπενόησαν πλάνης· α′) οἱ μὲν θεὸν δόντες τὸν υἱόν, τὸν δ’ ἄνθρωπον ὃν ἀνείληφεν ἀρνησάμενοι, β′) οἱ δὲ ψιλὸν ἄνθρωπον ὑποθέμενοι. τὸν δ’ ἐν αὐτῷ θεὸν ἀγνοήσασντες, γ′) οἱ δὲ φόβῳ τοῦ
δοκεῖν δεύτερον εἰσηγεῖσθαι θεὸν τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν ὁρισάμενοι. οὓς ἐκτραπεῖσα ἡ ἐκκλησία τοῦ θεοῦ τῷ τῆς ἀληθείας εὐαγγελικῷ κηρύγματι σεμνύνεται, ἕνα μὲν τὸν ἐπὶ πάντων θεὸν ἔχειν αὐχοῦσα, ἕνα δὲ καὶ υἱὸν μονογενῆ θεὸν ἐκ θεοῦ Ἰησοῦν Χριστὸν ἐπιγραφομένη, σωτῆρα τὸν αὐτὸν καὶ υἱὸν ἀνθρώπου γινόμενον ὁμολογοῦσα, ὄντα μὲν υἱὸν θεοῦ πρὶν ἢ καὶ ἀνθρώπου γενέσθαι, καὶ τοῦτο δὲ γενόμενον ὅπερ οὐκ ἦν δι’ ἄφατον ὑπερβολὴν τῆς τοῦ πατρὸς φιλανθρωπίας.ὁ μὲν δὴ τῆς ἀληθείας λόγος ταῦτ’ ἐκ προσώπου βοᾷ τῆς ἐκκλησίας· οἱ δὲ τὸν υἱὸν τοῦ θεοῦ ἀρνούμενοι, ἕνα δὲ θεὸν εἶναι φάσκοντες καὶ οὐδὲν ἕτερον, τί καὶ παρενοχλοῦσιν μάτην τῇ ἐκκλησίᾳ, ταῖς Ἰουδαίων προσομιλεῖν συναγωγαῖς δέον; | τί δὲ καὶ βλασφήμοις σφὰς αὐτοὺς περιπείρουσιν λόγοις, τὸν ἕνα θεὸν συκοφαντοῦντες διτταῖς ἐπηγορίαις, εἰ δὴ τὸν αὐτὸν πατέρα καὶ τὸν αὐτὸν υἱὸν ὑποτίθενται; καὶ τίνος γάρ ἐστιν πατήρ, μηδενὸς ὑφεστῶτος υἱοῦ; τίνος δὲ υἱὸς ἔσται, μὴ προϋπάρχοντος τοῦ γεγεννηκότος; εἷς δὲ ὢν πάντως που αὐτὸς ἔσται ὁ σαρκωθεὶς καὶ παθὼν καὶ τὸν ἐν ἀνθρώποις διανύσας θνητὸν βίον.