De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
Χριστὸς οὖν ἦν τὸ μυστήριον,
δῆλον δ’ ὅτι υἱὸς τοῦ θεοῦ. διὸ μυστικῶς πρότερον οἱ τοῦ θεοῦ προφῆται διαφόροις αὐτὸν ἐδόξαζον ἐπηγορίαις, τὸ ἀπόρρητον ἀποκρύπτοντες καὶ τῇ αὐτοῦ χάριτι τὴν εἰς πάντας ἀποκάλυψιν αὐτοῦ ταμιευόμενοι. ὅτε τοίνυν μετὰ τοσαύτας τῶν γραφῶν μαρτυρίας διισχυρίζεται Μάρκελλος τὸν ἐν ἀρχῇ λόγον πρὶν ἢ τὴν σάρκα ἀναλαβεῖν μηδὲν ἕτερον εἶναι ἢ λόγον καὶ μηδ’ ἑτέρῳ χρηματίσαι ὀνόματι, τότε δὲ διαφόρων ἐπηγοριῶν τετυχηκέναι ὅτε »ὁ λόγος σὰρξ ἐγένετο«, πρὸ τούτου μηδὲν ἕτερον ὄντα ἢ λόγον, πῶς οὐκ ἀμαθὴς καὶ ἀσύνετος τῶν θείων ἐλέγχοιτ’ ἂν ἀναγνωσμάτων; ἀλλὰ γὰρ τούτου συστάντος, φέρε λοιπόν, ὥσπερ ἀναβεβιωκότα τὸν νέον Σαβέλλιον ἐποπτεύσωμεν.