De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ πάλιν »εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοὺ«, καὶ αὖθις »τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;« καὶ »δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δώῃς ἡμῖν«.

〈λ′.〉 καὶ τί με δεῖ καθ’ ἕκαστον ἀναλέγεσθαι, παρὸν τῷ φιλομαθεῖ τὰ τοιαῦτα συνάγειν ἐξ ἁπάσης τῆς θεοπνεύστου γραφῆς, δι’ ἧς φαίνονται οἱ τοῦ θεοῦ ἄνθρωποι τῷ θείῳ πνεύματι φωτισθέντες τὴν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ γνῶσιν, ἀπόρρητον οὖσαν τότε καὶ τὰ πλήθη διαλανθάνουσαν τοῦ Ἰουδαίων λαοῦ. διὸ καὶ διαφόρως αὐτὸν ἐξεφώνουν κεκαλυμμέναις ταῖς ἐπηγορίαις. ἐφυλάττετο γὰρ τῇ αὐτοῦ παρουσίᾳ ἡ χάρις τοῦ κηρύγματος τῆς περὶ αὐτοῦ θεολογίας, ἣν καθ’ ὅλης τῆς οἰκουμένης ἡ αὐτοῦ ἐκκλησία ὥσπερ τι πάλαι κρύφιον καὶ σεσιγημένον μυστήριον παραλαβοῦσα σεμνύνεται.