De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

κγʹ. καὶ σοφίαν δὲ αὐτὸν ὀνομάζει Σολομὼν ἐν Παροιμίαις λέγων »ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτὰ« καὶ τὰ ἑξῆς. καὶ ὅτι προκόσμιος ἦν ἡ σοφία ζῶσα καὶ ὑφεστῶσα, αὐτὸς ἐδίδασκεν ἐκ προσώπου αὐτῆς ταύτας προέμενος τὰς φωνὰς »ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην«, εἶθ’ ἑξῆς ἐπιλέγων »δι’ ἐμοῦ 〈βασιλεῖς〉 βασιλεύουσιν καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην, δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσιν«.