De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
καὶ αὖθις
(Nr. 42) οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν »ἐπ’ ἐσχάτων τῶν ἡμερῶν«. ὡς καὶ αὐτὸς γέγραφεν, καὶ γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἢ λόγος.
τοσαῦτα Μαρκέλλῳ εἰπεῖν καὶ ἀποφήνασθαι πάρεστιν διὰ τὸ μὴ ὁμολογεῖν τὸν υἱὸν τοῦ θεοῦ. πρὸς ὃν εἶπεν ἂν ὁ εὐαγγελιστὴς μέγα ἐπιβοήσας· τί φῄς, ἄνθρωπε; οὐ λόγον αὐτὸν ἔφην μόνον, ἀλλὰ καὶ θεόν, καὶ »φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«, καὶ μονογενῆ υἱὸν τὸν »εἰς τὸν κόλπον τοῦ πατρός«.
μὴ δὴ οὖν συκοφαντείτω τις τὸν θεολόγον, ἀλλ’ ἀκριβῶς ἐπαϊέτω αὐτοῦ, ὁποῖον ὑπέθετο λόγον παρὰ πόδας συνάψας »καὶ θεὸς ἦν ὁ λόγος« καὶ προσθεὶς τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο«. κατὰ δὲ αὐτὸν τὸν τῶν ὅλων σωτῆρα οὐδὲ ἅπαξ ὠνόμασται λόγος. ἀλλὰ υἱὸς θεοῦ καὶ μονογενὴς καὶ φῶς καὶ ζωὴ καὶ ἀλήθεια καὶ πάντα μᾶλλον ἢ λόγος.
| ηʹ. εἰ δὲ λέγοι ταῦτα ἐκ τῆς καινῆς διαθήκης εἰρῆσθαι, λεχθήσεται αὐτῷ ὅτι καὶ τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος« οὐδ’ ἑτέρωθεν ἦν ἢ ἐξ αὐτῆς. ἓν δὴ οὖν καὶ τὸ αὐτὸ εὐαγγέλιον ὁ αὐτός τε εὐαγγελιστὴς ὁ λόγον αὐτὸν εἰπὼν καὶ τὰ λοιπὰ πάντα περὶ αὐτοῦ συνεγράψατο.
θʹ. καὶ Παῦλος δὲ ὁ θεῖος ἀπόστολος λέγων »ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὑ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«, δῆλός ἐστιν τὸν πρὸ τῆς ἐνσάρκου παρουσίας υἱὸν τοῦ θεοῦ
»δι’ οὗ τὰ πάντα« ἐγένετο, οὐ λόγον ὀνομάζων, ἀλλὰ κύριον Ἰησουν καὶ Χριστόν. ἀλλ’ εἰ κατὰ Μάρκελλον εἷς καὶ ὁ αὐτὸς ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, ἀπήρκει τῷ ἀποστόλῳ φάναι »ἡμῖν εἷς θεὸς ὁ πατήρ.ἐξ οὗ τὰ πάντα«. πλήρης γὰρ ἦν ἡ διάνοια καὶ ὁ λόγος αὐτοτελὴς τὸν θεὸν εἰσηγούμενος ποιητὴν τῶν ὅλων. ἀλλὰ τοῦτο καὶ Ἰουδαῖος ἂν εἴποι. ὁ δὲ τῆς ἐκκλησίας κῆρυξ πρὸς τῷ προτέρῳ καὶ τὸ δεύτερον μὴ ἀγνοεῖν διδάσκει·
τί δὲ ἦν τοῦτο; »καὶ εἷς κύριος Ἰησοῦς Χριστός«. διὸ προστίθησιν τὸ δεύτερον ἑξῆς λέγων »ἡμῖν (εἰ γὰρ καὶ μὴ πᾶσιν, ἀλλ’ ἡμῖν, φησίν) εἷς κύριος Ἰησοῦς Χριστός«. διὰ τί δὲ μετὰ τὸν ἕνα θεὸν καὶ οὗτος »ἡμῖν εἷς κύριος«, παρίστησιν ἐπιλέγων »δι’ οὗ τὰ πάντα«· ἐπειδὴ γὰρ τὰ »πάντα δι’ αὐτοῦ ἐγένετο«, εἰκότως ἡμῖν τοῖς τοῦτ’ ἐπισταμένοις· κύριος εἶναι τῶν ὅλων μετὰ τὸν ἐπὶ πάντων θεὸν πεπίστευται.
ὅτι δὲ οὐ περὶ τῆς σαρκὸς ταῦτ’ ἔλεγεν, ἀλλὰ περὶ τοῦ θεοῦ λόγου, δῆλός ἐστιν ἐκ τοῦ ἐπιφέρειν »δι’ οὗ τὰ πάντα«. »ἡμῖν« γάρ φησιν »εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«. ὃ δὴ καὶ περὶ τοῦ φωτὸς καὶ περὶ τοῦ προόντος λόγου εἴρηται. αὐτὸς οὖν ἦν 59ʳ Ἰησοῦς Χριστὸς τὸ φῶς καὶ ὁ λόγος. »δι’ οὗ τὰ πάντα« γέγονεν, ἀλλ’ οὐχ ἡ σάρξ. οὐ γὰρ ἂν περὶ τῆς σαρκὸς ἀσυναρτήτως οὕτως εἶπεν ἂν τὸ »δι’ οὗ τὰ πάντα«.
ιʹ. οἶδεν δὲ τὸν τῆς σαρκὸς προϋπάρχοντα τοῦ θεοῦ υἱὸν Χριστὸν ὀνομάζειν ὁ αὐτὸς Παῦλος, κατὰ τὸ αὐτὸ πέτραν αὐτὸν ἀποκαλῶν, δι’ ὧν γράφει περὶ τῶν ἐν τῇ ἐρήμῳ συνδιατριψάντων Μωσεῖ, λέγων »ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός«, καὶ ἐπισφραγίζεται τὸ αὐτὸ μεθ’ ἕτερα φάσκων »μηδὲ ἐκπειράζωμεν τὸν | Χριστόν, καθώς τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὀφέων ἀπώλοντο«.
καὶ ἔτι μᾶλλον τοῦτ’ αὐτὸ βεβαιοῖ λέγων »πίστει Μωσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ«. ἐναργέστατα δὲ ἔτι μᾶλλον τοῦτο συνίστησιν ἐν οἷς φάσκει »τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος«.
συνορᾷς ὅτι πρὸ τοῦ κενῶσαι ἑαυτὸν καὶ μορφὴν δούλους λαβεῖν ἦν καὶ προῆν καὶ
»ἐν μορφῇ θεοῦ« ὑπῆρχεν. τίς δὲ ἦν οὗτος; οὐδεὶς ἄλλος ἢ Ἰησοῦς Χριστός. αὐτὸς οὖν ἦν θεὸς λόγος Ἰησοῦς Χριστὸς καὶ πρὶν ἢ τὴν σάρκα λαβεῖν.ἀκριβῶς γὰρ ἀκουστέον τοῦ θείου ἀποστόλου λέγοντος »τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ«, καὶ διασαφοῦντος ἑξῆς τίς ποτ’ ἦν οὗτος Ἰησοῦς Χριστός, δι’ ὧν ἐπισυνάπτει λέγων »ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών«.
μήτι οὖν κἀνταῦθα ἐπὶ τὴν σάρκα οἷόν τέ ἐστιν ἐκλαβεῖν τὸ λόγιον; μὴ περὶ τῆς σαρκὸς ἁρμόζει λέγειν τὸ »ὃς [καὶ« καὶ τὸ »ὑπάρχων«; ἀλλὰ μὴ σὰρξ »ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών«; ἀλλὰ γελοῖον τοῦτό γε. φέρ’ οὖν ἐξετάσωμεν ὅπως εἴρηται τὸ »ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν«. εἰ μὲν δὴ λόγος ἦν ἀνύπαρκτος, μηδαμῶς ἔξωθεν τοῦ θεοῦ ὑφεστώς, ἀλλ’ ἔνδον ὢν ἐν αὐτῷ, ποτὲ μὲν ἐν ἡσυχία καὶ σιγῇ ποτὲ δὲ ἐν τῷ ἐνεργεῖν,
καὶ πῶς οὗτος ἦν »ἐν μορφῇ θεοῦ«, δυνάμει [θεῷ] αὐτὸς ὢν ὁ θεός; πῶς δὲ »οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ«, αὐτὸς ὢν θεός; πῶς δὲ »ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος« τῷ πατρί; τὸ γὰρ ὑπακούειν τόνδε τῷδε δυεῖν γένοιτ’ ἂν προσώπων παραστατικόν.