De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

μάταιός τε πᾶς ὁ Μαρκέλλου πεφώραται πόνος οὐσιώδη λόγον ζῶντα καὶ ὑφεστῶτα τὸν ἐν τῇ σαρκὶ γενόμενον ὁριζομένου. εἰ δ’ ἐκτὸς ὑπῆρχεν τοῦ θεοῦ ὁ ἐν τῷ σώματι κατοικῶν λόγος, ἥνωτο δὲ καὶ συνῆπτο τῷ θεῷ ὡς ἕν τε καὶ ταὐτὸν εἶναι αὐτῷ, | ἐξ ἀνάγκης δώσει ἢ αὐτὸν εἶναι τὸν πατέρα ἐν τῇ σαρκί, ἢ τὸν υἱὸν ὑφεστῶτα καθ’ ἑαυτὸν καὶ ἐνεργοῦντα ἐν τῷ σώματι, ἢ ψυχὴν ἀνθρώπου, ἢ εἰ μηδὲν τούτων, αὐτόματον κινεῖσθαι τὴν σάρκα, ἄψυχον οὖσαν καὶ ἄλογον.

εἰ μὲν οὖν τὸν πατέρα λέγοι, ἔσται ὁ πατὴρ αὐτῷ ὁ γεννηθεὶς καὶ παθὼν καὶ πᾶν ἔργον ἀνθρωποπαθὲς ὑπο

μείνας. ὃ δὴ φθεγξάμενον τὸν Σαβέλλιον ἀσεβείας ἐγράψατο γραφὴν τοῦ θεοῦ ἡ ἐκκλησία. εἰ δὲ τὸν πατέρα λέγειν οὐ θεμιτὸν ἐνανθρωπήσαντα, τὸν υἱὸν ὁμολογεῖν ἀνάγκη αὐτῷ μαθητευομένους τοῦτο διδάσκοντι.

εἰ δὲ τοῦτον ἀρνοῖτο Μάρκελλος ὑφεστάναι, ὥρα ψιλὸν ἄνθρωπον αὐτὸν ὑποτίθεσθαι ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα. ὡς μηδὲν τῆς κοινῆς ἀνθρώπων διαλλάττειν φύσεως. ἀλλὰ καὶ τοῦτο τῆς ἐκκλησίας ἀπελήλαται 〈τὸ〉 δόγμα· ὃ δὴ πάλαι μὲν Ἐβιωναῖοι νεωστὶ δὲ ὁ Σαμοσατεὺς καὶ οἱ ἐπίκλην ἐξ αὐτοῦ Παυλιανοὶ φρονήσαντες δυσφήμων ὑπέμειναν δίκην.

τί δὴ οὖν λείπεται μετὰ ταῦτα ἢ τὴν σάρκα μόνον εἰσάγειν δίχα παντὸς ἐνοίκου δίκην τῶν παρὰ τοῖς θαυματοποιοῖς αὐτομάτων κινουμένην; καὶ πῶς ἡ σὰρξ καὶ αὐτὸ καθ’ ἑαυτὸ τὸ σῶμα δίχα τοῦ ἐνεργοῦντος εἶπεν ἂν »καθὼς ἐδίδαξέν με, ταῦτα λαλῶ« ; πῶς δὲ ἡ σὰρξ εἶπεν ἂν »ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε« ; πῶς δὲ ἡ σὰρξ ἀπεστάλθαι ἑαυτὴν παρὰ τοῦ πατρὸς ἔλεγεν; ἆρα δὲ πατέρα τῆς σαρκὸς τὸν θεὸν λέγειν ὅσιον, ἢ μᾶλλον τοῦ ἐν αὐτῇ κατοικοῦντός τε καὶ ἐνεργοῦντος; τίς οὖν ἦν οὗτος; πότερα ὁ ἐν τῷ θεῷ λόγος, αὐτὸς ὢν ὁ θεὸς κατὰ Σαβέλλιον, ἤ, ὅπερ ὅσιον καὶ ἀληθὲς λέγειν, ὁ ζῶν καὶ ὑφεστὼς μονογενὴς υἱὸς τοῦ θεοῦ;

εἰ δὲ μηδέτερα τούτων λέγοι, ἐξ ἀνάγκης ὑποστήσεται ψυχὴν ἀνθρώπου, καὶ ἔσται αὐτῷ ψιλὸς ἄνθρωπος ὁ Χριστός· καὶ οὐκέτι Σαβελλι‹αν›ός, Παυλιανὸς δ’ ἡμῖν ἔσται ὁ νέος συγγραφεύς. εἰ δὲ τὸν ἐν τῷ θεῷ φαίη λόγον ἐνοικῆσαι τῇ σαρκὶ οὐδὲν ἕτερον ὄντα ἢ λόγον καὶ λόγον σημαντικὸν ἢ ἐνεργητικόν,

καὶ πῶς οὗτος εἶπεν ἂν ζῆν ἰδιάζουσαν ζωὴν παρὰ τὸν πατέρα; πῶς δὲ αὐτὸς ἀπέσταλτο συνημμένος καὶ ἡνωμένος ἀεὶ τῷ θεῷ; πῶς δὲ καὶ διδάσκαλον αὐτοῦ φησὶν εἶναι τὸν πατέρα; πῶς δὲ »τὰ ἀρεστὰ τῷ πατρὶ πάντοτε« πράττειν ἑαυτὸν ἔλεγεν ; | αὗται γὰρ διαρρήδην υἱοῦ ὑφεστῶτος καὶ ζῶντος εἶεν ἂν φωναί, καὶ δι’ ὅλου δὲ τοῦ εὐαγγελίου ὁ εὐχόμενος τῷ πατρί, 〈ὁ〉 δοξάζων τὸν πατέρα, ὁ παρὰ τοῦ πατρὸς δοξασθῆναι ἀξιῶν, τί ἕτερον ἢ ὑφεστῶτα ἑαυτὸν δείκνυσιν, καὶ μάλιστα ὅτε φησὶν »δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.

ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ ὁ πέμψας με πατὴρ μαρτυρεῖ περὶ ἐμοῦ« ; διὰ τοσούτων αὐτὸς ὁ σωτὴρ ζῶντα ἑαυτὸν παραστήσας οὐδαμοῦ μὲν λόγον ἑαυτὸν

58v
ὠνόμασεν, υἱὸν δὲ καὶ φῶς καὶ μονογενῆ
καὶ ἄρτον ζωῆς καὶ πάντα μᾶλλον ἢ λόγον.