De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
γ′. μεταβὰς δὲ ἐφ’ ἑτέραν ἐπίνοιαν τῆς περὶ αὐτοῦ δοξολογίας φῶς αὐτὸν ὠνόμασεν, προϋπάρχειν αὐτὸν τῆς τοῦ σώματος ἀναλήψεως κατὰ τοῦτο αὐτὸ δηλώσας,
ἐν οἷς περὶ τοῦ βαπτιστοῦ φησιν »οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον«.
ὁρᾷς ὅπως τούτοις οὐ λόγον μόνον, ὡς ἐδόκει Μαρκέλλῳ, ἀλλὰ καὶ θεὸν καὶ φῶς αὐτὸν ὠνόμασεν, προϋπάρχειν τε αὐτὸν ἐδίδαξεν καὶ τὸν κόσμον δι’ αὐτοῦ γεγονέναι. ὥσπερ γὰρ διὰ τοῦ θεοῦ λόγου γεγενῆσθαι τὰ πάντα καὶ »χωρὶς αὐτοῦ« γενέσθαι οὐδὲν προειρήκει, οὕτως καὶ διὰ τοῦ φωτός· »ὁ« γὰρ »κόσμος« φησὶν »δι’ αὐτοῦ ἐγένετο«.
ὡς εἶναι ἓν καὶ ταὐτὸν τὸ φῶς καὶ τὸν θεὸν λόγον. λέγων δὲ δι’ αὐτοῦ γεγενῆσθαι ποτὲ μὲν τὸν κόσμον ποτὲ δὲ τὰ πάντα τὸ ὑπηρετικὸν τοῦ θεοῦ παρίστησιν. δυνάμενος | γοῦν ὁ εὐαγγελιστὴς εἰπεῖν· πάντα ὑπ’ αὐτοῦ ἐγένετο, καὶ αὖθις· καὶ ὁ κόσμος ὑπ’ αὐτοῦ ἐγένετο, οὐχ ὑπ’ αὐτοῦ ἔφη ἀλλὰ »δι’ αὐτοῦ« [ἦν], ἵν’ ἡμᾶς ἀναπέμψῃ ἐπὶ τὴν τῶν ὅλων ποιητικὴν τοῦ πατρὸς αὐθεντίαν.
ἀλλὰ καὶ »ὁ κόσμος« φησὶν »αὐτὸν οὐκ ἔγνω«. τὸν δὲ ἐπὶ πάντων θεὸν φυσικαῖς ἐννοίαις ἅπαντες ὁμολογοῦσιν ἄνθρωποι. καὶ πρῶτοί γε Ἰουδαίων παῖδες ἐκ τῶν προφητικῶν γραφῶν χειραγωγούμενοι, ὡς καὶ αὐτὸς παρίστη Μάρκελλος ἐν τοῖς ἑξῆς προϊών.
οὐκοῦν ἕτερος ἦν οὗτος, ὃν »ὁ κόσμος« »οὐκ ἔγνω«, θεὸς καὶ λόγος, φῶς ὑπάρχων τε καὶ ὠνομασμένος. φῶς δὲ οὐκ αἰσθητὸν οὐδὲ σαρκῶν ὀφθαλμοὺς ὁμοίως ἡλίῳ φωτίζον. οὕτω γὰρ ἂν καὶ ἡ τῶν ἀλόγων ζῴων φύσις μετεῖχεν αὐτοῦ. νυνὶ δὲ διδάσκει ὁποῖον ἦν φῶς, λέγων »ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«. μόνον ἄρα ἦν ἀνθρώπων τὸ λογικὸν τοῦτο φῶς.