De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

οὐκοῦν καθ’ ὃ μονογενὴς ἦν τοῦ θεοῦ »πρῶτος« ἦν Ἰωάννου καὶ »ἔμπροσθεν« αὐτοῦ »γέγονεν«. ἆρ’ οὖν ἐπιδέχεται ταῦτα ἐπὶ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων ἀναφέρεσθαι, ἢ ἐπὶ ἀνούσιον καὶ ἀνυπόστατον ἐν τῷ θεῷ λόγον τὸν αὐτὸν ὄντα τῷ θεῷ; καὶ πῶς ἂν εἴη δυνατὸν περὶ τοῦ μὴ ὑφεστῶτος λόγου λέγεσθαι τὸ »ἔμπροσθέν μου γέγονεν«; τίς δ’ οὕτως 〈ἂν〉 μανείη, ὡς νομίσαι Ἰωάννην τὸν βαπτιστὴν περὶ τοῦ θεοῦ τῶν ὅλων εἰρηκέναι τὸ »ἔμπροσθέν μου γέγονεν« καὶ »ὅτι πρῶτός μου | ἦν«;

οὐκοῦν δέδεικται διὰ τούτων προϋπάρχων τῆς Ἰωάννου γενέσεως

56v
ὁ θεολογούμενος καὶ ἔμπροσθεν αὐτοῦ γεγονώς, συνέστη τε οὐ μόνον λόγος ἀλλὰ καὶ θεὸς καὶ φῶς καὶ μονογενὴς πρὸ τῆς ἐνσάρκου παρουσίας ὑπάρχων τε καὶ ὠνομασμένος. 〈εʹ.〉 τούτων δὲ πόθεν ἡ γνῶσις τῷ εὐαγγελιστῇ, αὐτὸς δηλώσει λέγων ἑξῆς »ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«. ὁρᾷς παρὰ τίνος μεμάθηκεν τοῦ υἱοῦ τὴν θεολογίαν.