De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
δ′. ἤδη δὲ καὶ τετάρτην προστίθησιν ὁ αὐτός, μονογενῆ τὸν αὐτὸν ἀποκαλῶν ἐν οἷς φησιν »καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας«. οὐκοῦν καὶ [ὁ] μονογενὴς τοῦ θεοῦ πρὶν τὴν σάρκα ἀναλαβεῖν ἐχρημάτιζεν. εἰ γὰρ καὶ τὰ μάλιστα, φησίν, δι’ ἡμᾶς »ὁ λόγος σὰρξ ἐγένετο«, ἀλλ’ ὅμως ἡμεῖς. οἷς | κατηξίωσεν ἐνδείξασθαι τὴν ἑαυτοῦ θεότητα. οὐκ εἰς τὴν σάρκα ἀφορῶντες. (αὕτη γὰρ »μορφὴ δούλου« ἦν) ἀλλ’ εἰς τὴν δόξαν αὐτοῦ τὴν ἐκτὸς τοῦ σώματος νῷ καθαρῷ θεωρουμένην, »ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ«, δόξαν ἄρρητον καὶ πάντα θνητῶν λογισμὸν ὑπερβαίνουσαν, ὁποίαν ‹ἄν› τις ἐννοήσειεν »δόξαν« υἱοῦ θεοῦ »μονογενοῦς«.
ἦν δὲ αὕτη »παρὰ τοῦ πατρὸς« δόξα. ὁρᾷς ὅπως οὐκ εἶπεν· »καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς« λόγου, καίτοι προειπὼν »ὁ λόγος σὰρξ ἐγένετο«, ἀλλ’ ἵνα διδάξῃ ὁποῖον αὐτὸν ὑπεστήσατο λόγον (ὅτι μὴ σημαντικόν· πῶς γὰρ καὶ οἷόν τε ἦν τὸν τοιοῦτον σάρκα γενέσθαι;). ἀναγκαίως μονογενῆ αὐτὸν προσεῖπεν.
καὶ τὴν δόξαν αὐτοῦ ταύτην εἶναι διδάσκει, καθ’ ἣν νοεῖται μονογενὴς τοῦ θεοῦ υἱός. ὑπάρχειν τε αὐτῷ φησιν τὴν δόξαν οὐκ ἄλλοθεν ἢ παρὰ τοῦ πατρός· οὐ γὰρ ἀγένητον οὐδὲ ἄναρχον οὐδὲ ἰδιόκτητον εἶχε τὴν δόξαν. ἀλλὰ παρὰ τοῦ πατρὸς λαβών. ὃ δὴ καὶ αὐτὸς παρίστη λέγων »πάτερ δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρά σοι«.
ὃν καὶ ἀμείβεται λέγων ὁ πατὴρ »καὶ ἐδόξασα καὶ πάλιν δοξάσω«. καὶ ἔτι μᾶλλον τὴν ὑπόστασιν αὐτοῦ συνίστησιν ὁ αὐτὸς εὐαγγελιστὴς ἐπιφέρων »Ἰωάννης μαρτυρεῖ περὶ
αὐτοῦ καὶ κέκραγεν λέγων· οὗτος ἦν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν«.ἀλλὰ βοῶντος Ἰωάννου ὅτι »πρῶτος ἦν« αὐτοῦ, οὐκ ἀκούει ὁ νέος Σαβέλλιος. καίτοι κατὰ σάρκα προῆγεν τοῦ σωτῆρος τὴν γένεσιν ὁ βαπτιστὴς Ἰωάννης· πῶς οὖν μαρτύρεται, ὅτι πρῶτος αὐτοῦ γέγονεν; τῇ μὲν γὰρ κατὰ σάρκα γενέσει οὐκ ἦν πρῶτος αὐτοῦ ὁ σωτήρ·