De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ ἑξῆς ἐπιλέγει

(Nr. 42) οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν »ἐπ’ ἐσχάτων τῶν ἡμερῶν«, ὡς καὶ αὐτὸς ἔγραφεν, καὶ [τὸ] γεννηθὲν ἐκ τῆς ἁγίας παρθένου; οὐδὲν ἕτερον ἢ λόγος.
καὶ πάλιν ἐπιφέρει
(Nr. 43 = 81) πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος.

καὶ προστίθησιν αὖθις φάσκων

(Nr. 36) ὁ μὲν γὰρ λόγος »ἐν ἀρχῇ ἦν«, μηδὲν ἕτερον ὢν ἢ λόγος· ὁ δὲ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος. ὡς διδάσκει ἡμᾶς Ἰωάννης· »καὶ ὁ λόγος σὰρξ ἐγένετο« . διὰ τοῦτο τοίνυν τοῦ λόγου μνημονεύων φαίνεται μόνου.

εἴτε γὰρ Ἰησοῦ εἴτε Χριστοῦ ὀνόματος μνημονεύοι ἡ θεία γραφή, τὸν μετὰ [τὸν] τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ θεοῦ λόγον ὀνο|μάζειν φαίνεται. εἰ δέ τις καὶ πρὸ τῆς νέας διαθήκης 〈τὸ〉 τοῦ Χριστοῦ ἢ Ἰησοῦ ὄνομα 〈ἐπὶ〉 τοῦ λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον.
καὶ μεθ’ ἕτερα ἐπάγει λέγων
(Nr. 44) εἰκότως οὖν πρὸ τῆς καθόδου τοῦτο ἦν. ὅπερ πολλάκις ἔφαμεν, λόγος· μετὰ δὲ τὴν κάθοδον καὶ τὴν τῆς σαρκὸς ἀνάληψιν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετύχηκεν.
ταῦτα μὲν οὖν δι’ ὧν Μάρκελλος ἁλίσκεται τὸν μὲν υἱὸν τοῦ θεοῦ τὸν ὄντα καὶ ζῶντα καὶ ἀληθῶς υἱὸν ὄντα ἀρνούμενος, λόγον δὲ ψιλὸν εἰσάγων.

δέδεικται δὲ διὰ τῶν ἔμπροσθεν παρατεθεισῶν αὐτοῦ φωνῶν καὶ ὁποῖον αὐτὸν εἶναι λόγον ὑπετίθετο, παραδείγματι χρώμενος τῷ ἀνθρωπείῳ λόγῳ ἕν τε καὶ ταὐτὸν εἶναι λέγων αὐτὸν τῷ θεῷ. καὶ δὴ ταύτην ἀρχὴν ὑποστησάμενος, ἀκολούθως ἐκ τῆς δοθείσης αὐτῷ ὑποθέσεως ἐπὶ τὸ καταψεύδεσθαι τῆς θεοπνεύστου γραφῆς διαστρόφους τε αὐτῆς ποιεῖσθαι τὰς ἑρμηνείας 〈προῆλθεν〉.

ὧν βραχείας ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἐφάνη μοι διασκέψασθαι. τοῖς τε ἀγνοοῦσιν ἐπιδεῖξαι, ὡς οὐδεμία μὲν αὐτῷ νεωτερίζοντι καὶ τῆς ὑγιοῦς ἐκτρεπομένῳ πίστεως συνᾴδει γραφή, τοὐναντίον δὲ πᾶσαι ἀντιφθέγγονται καὶ ἀντιμαρτυροῦσιν ταῖς οὐκ ὀρθῶς αὐτῷ παραληφθείσαις διηγήσεσιν. ὅπερ ἐχρῆν μάλιστα

55v
τοῖς τὸν ἄνδρα τιμῶσιν ἐνδείξασθαι μήποτ’ ἄρα τις αὐτῶν ἀπειρίᾳ τῶν θείων ἀναγνωσμάτων τυγχάνειν αὐτὸν τοῦ τῆς ἀληθείας σκοποῦ νομίσειεν.