De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
πῶς δὲ τὰ ἴσα Μάρκελλος τῷ Σαβελλίῳ ἐφρόνει, δῆλος ἂν εἴη ἐξ ὧν ἓν καὶ ταὐτὸν εἶναι τὸν θεὸν καὶ τὸν αὐτοῦ λόγον διεστείλατο, ποτὲ μὲν αὐτοῖς ῥήμασιν εἰπὼν
|
(Nr. 62) εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως ἂν ὁ λόγος εἶναι τῷ θεῷ φαίνοιτο·ποτὲ δὲ παραβάλλων τῷ ἀνθρωπείῳ λόγῳ τὸν τοῦ θεοῦ καὶ ἐπι λέγων
(Nr. 55) ἓν καὶ ταὐτὸν εἶναι τῷ ἀνθρώπῳ τὸν ἐν αὐτῷ λόγον, οὐδενὶ χωριζόμενον ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ.διόπερ ποτὲ μὲν ἀπεφαίνετο πρὸ τῆς τοῦ κόσμου συστάσεως μηδὲν ἕτερον εἶναι πλὴν θεοῦ, καὶ πάλιν αὐτοῖς ῥήμασιν ἔλεγεν ὅτι
(Nr. 93) μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου·
ποτὲ δὲ τῷ ἡμετέρῳ σημαντικῷ λόγῳ τὸν τοῦ θεοῦ παρέβαλλεν, ἐν οἷς ὧδε ἔγραφεν
(Nr. 55) ὥσπερ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου σημαίνεται.καὶ δὴ λόγον σημαντικὸν ἐν τούτοις
54v
αὐτὸν ἀνειπών, προϊὼν ἑξῆς ἀχώριστον αὐτὸν τῇ ὑποστάσει ἓν καὶ ταὐτὸν εἶναι τῷ πατρὶ παρίστησιν, ὡδέ πη λέγων (Nr. 55) τοῦτο δὲ ῥᾴδιον, οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ’ ἡμᾶς παραδείγματος γνῶναι.
οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν. ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ.καὶ αὖθις τῇ αὐτῇ κέχρηται εἰκόνι ἐν οἷς φησιν
(Nr. 56) πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ’ ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ.
ταῦτα οὐ μᾶλλον Μαρκέλλου ἢ Σαβελλίου λέγοντος ἀκούειν προσήκει
νομίζειν, εἰ μὴ ἄρα τοῦτ’ ἐπισκώπτοι Σαβελλίῳ Μάρκελλος, ὅτι μὴ ἀναιδῶς τὸν ἐν τῷ θεῷ σημαντικὸν λόγον, ὡς αὐτὸς οἴεται, υἱὸν ἐτόλμα ὀνομάζειν. οὐ γὰρ αὖ τοσαύτη αὐτῷ λογισμοῦ παρῆν ἄνοια. ὡς λόγον ὁμοίως ἀνθρώποις καὶ τῷ ἐπὶ πάντων διδόναι θεῷ, οὐδ’ οὕτως ἠλίθιος ἦν, ὡς τὸν μὴ ὑφεστῶτα λόγον υἱὸν θεοῦ καλεῖν. διόπερ Σαβέλλιος ἕνα θεὸν εἰπών, τὸν δ’ υἱὸν ἀρνησάμενος,ἑπομένως τῇ αὐτῷ δοθείσῃ ὑποθέσει τὸν αὐτὸν πατέρα εἶναι καὶ υἱὸν ἔφασκεν· Μάρκελλος δ’ ὁμοίως ἐκείνῳ ἓν καὶ ταὐτὸν εἶναι τὸν θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον διδούς. μάτην ἐσφάλθαι τὸν Σαβέλλιον, οὐχὶ δὲ καὶ ἑαυτὸν ὁμολογεῖ.