De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
Σαβέλλιος δ’ ὡς | εἰς αὐτὸν πλημμελῶν τὸν πατέρα, ὃν υἱὸν λέγειν ἐτόλμα, τὴν ἴσην τοῖς ἀθέοις αἱρεσιώταις ὑπεῖχε τιμωρίαν. τὰ ἴσα δ’ αὐτῶ ὑπιδόμενος Μάρκελλος παθεῖν, καινοτέραν ἐξεῦρε τῇ πλάνῃ μηχανήν, θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον ἕνα μὲν εἶναι ὁριζόμενος, δύο δ’ αὐτῷ πατρὸς καὶ υἱοῦ χαριζόμενος ἐπηγορίας. οὐ μὴν ἔλαθεν οὐδ’ ἐξέφυγεν, ὀψέ ποτε φωραθεὶς τοῖς αὐτὸς αὐτοῦ δικτύοις·
πλὴν καὶ πρὶν ἁλῶναι συνειδήσει πληττόμενος εἰς ἀποσκευὴν τῆς ὑπονοίας βλασφημεῖν ὥρμητο τὸν Σαβέλλιον.