De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ὡς δὲ ὁ τούτων παρήλαυνε χρόνος, ἔργοις ἐπλήρου παλαιῶν χρησμῶν ἀποτελέσματα, καὶ δὴ παρῆν λοιπὸν ἀναμὶξ τῷ θνητῷ βίῳ συναγελαζόμενος, αὐτός τε ἦν ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς ὡς ἐν ἀγάλματι θείῳ, τῷ τοῦ σώματος ὀργάνῳ, τῷ τῶν ἀνθρώπων καθομιλῶν γένει διδασκαλίαις, θεραπείαις,
ἐνθέου σοφίας ἀπορρήτοις παιδεύμασιν. | ἤδη δὲ αὐτῶν μέχρι θανάτου πυλῶν ἤλαυνεν πατρικοῦ νεύματος ὑπερβαλλούσῃ φιλανθρωπίᾳ, ὡς ἂν καὶ τοὺς τῇδε τῆς ἑαυτοῦ καταξιώσειεν χάριτος, ἐπὶ τὴν παρ’ αὐτῷ ζωὴν ἀνελκύσας. οὕτω »θεὸς
ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ«· καὶ τὴν ἔνσαρκον ὑπέμεινεν οἰκονομίαν, προὼν μὲν αὐτῆς καὶ προϋπάρχων, θεότητι πατρικῆς δόξης τετιμημένος· οὐ μὴν »ἁρπαγμὸν« ἡγούμενος »τὸ εἶναι ἴσα θεῷ, ἑαυτὸν« δ’ οὖν κενώσας καὶ »μορφὴν δούλου λαβὼν ἐταπείνωσεν ἑαυτόν, ὑπήκοος« τῷ πατρὶ »γενόμενος μέχρι θανάτου«, ἵν’ »ὥσπερ« »ὁ θάνατος« »δι’ ἑνὸς ἁμαρτήσαντος« »ἀνθρώπου« παντὸς κατεκυρίευσεν γένους, οὕτως καὶ ἡ αἰώνιος ζωὴ διὰ »τῆς αὐτοῦ χάριτος« τῶν εἰς αὐτὸν ‹πιστευόντων› καὶ δι’ αὐτοῦ τῷ θεῷ καὶ πατρὶ αὐτοῦ γνωριζομένων βασιλεύσειεν.