De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
οὐχ ὁ γινώσκων ὅπως ἐκ τοῦ πατρὸς γεγέννηται, οὐ γὰρ ἄν τινι μετῆν ζωῆς αἰωνίου, εἰ δὴ τοῦτ’ εἴρηται ὅτι »μηδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, μηδὲ τὸν υἱόν τις ἔγνω εἰ μὴ« μόνος ὁ γεννήσας αὐτὸν »πατήρ« . ἀπαρκεῖ τοιγαροῦν ἡμῖν ἡ πίστις
52v
πρὸς σωτηρίαν, ἡ θεὸν πατέρα παντοκράτορα παρέχουσα γινώσκειν, καὶ τὸν μονογενῆ αὐτοῦ υἱὸν ἐπιγράφεσθαι σωτῆρα, ὃς δὴ πρὸς τοῖς ἄλλοις καὶ ταῦθ’ ὧδε παρεδίδου λέγων »τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν«. »πνεῦμα« δὲ »ὁ θεός«.διὸ ἕπεται νοεῖν, ὡς καὶ τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ θεὸς ἂν εἴη. ὅσῳ δὲ τῆς γεώδους σαρκὸς ὁ ἐπέκεινα τῶν ὅλων θεὸς ἀπηλλοτρίωται καὶ ἀπεσχοίνισται τῇ φύσει, τοσούτῳ χρὴ νοεῖν καὶ τῆς τῶν σαρκῶν γενέσεως ἀπηλλοτριῶσθαι τὸν τρόπον, καθ’ ὃν ὁ πατὴρ ἐγέννα τὸν υἱόν. | οὐ γάρ τι προϊεμένος οὐδ’ ἀλλοιούμενος οὐδέ γε παθητικῶς κινούμενος οὐδ’ ὅλως τι τῶν ἡμῖν συνεγνωσμένων ὑπομένων, ὑφίστη αὐτόν.