De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

δυσσεβῶν δὲ καὶ ἀθέων ἀνδρῶν τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἀποπεφράχθω πᾶν στόμα, οἳ τοῦ μονογενοῦς υἱοῦ τὴν ἐξαίρετον καὶ ἰδιάζουσαν γέννησιν εἰς πλῆθος καταβαλόντες πατέρα »ἀνδρῶν τε θεῶν τε« ἀνειρήκασιν, ὁμοῦ μὲν ἄνδρας μίξαντες θεοῖς. ὁμοῦ δὲ τούτοις ὁμοφυᾶ καὶ τὸν αὐτὸν εἰσηγούμενοι πατέρα. ἀλλ’ οἵδε μὲν ἐνεργείᾳ δαιμονικῇ τὸ δυσσεβὲς τουτὶ καὶ ἄθεον προήκαντο ῥῆμα, τῷ θνητῷ καὶ παθητικῷ καὶ ἁμαρτητικῷ γένει τῶν ἀνθρώπων ὁμοφυεῖς καὶ ὁμοπαθεῖς θεοὺς καὶ τὸν τούτων κοινὸν ὑποθέμενοι πατέρα πάντως που τοῖς παισὶν παρωμοιωμένον· ὁ δ’ ἐκκλησιαστικὸς κῆρυξ ἑνὸς θεοῦ ἕνα μονογενῆ υἱὸν τοῖς πᾶσιν ἀνακηρύττει, ὃν ὑπὲρ τῆς τῶν γενητῶν ἁπάντων σωτηρίας τε καὶ προνοίας ὑφίστη.

ἐπειδὴ γὰρ ἡ τῶν γεγονότων φύσις, ἐν σώμασιν καὶ ἀσωμάτοις ἐμψύχοις τε καὶ ἀψύχοις λογικοῖς τε καὶ ἀλόγοις θνητοῖς τε καὶ ἀθανάτοις τὸ διάφορον κεκτημένη, τῷ ὑπὲρ πάντων καὶ ἐπὶ πάντων θεῷ πελάζειν καὶ τῶν | τῆς αὐτοῦ θεότητος μαρμαρυγῶν οὐχ οἵα τε ἦν μετέχειν δι’ ὑπερβολὴν τῆς ἀπὸ τοῦ κρείττονος ἐλλείψεως, μακρὰν δὲ καὶ πορρωτάτω φύσεως ἀσθενείᾳ διώλισθεν ἄν. εἰ μὴ θεοῦ σωτῆρος ἔτυχεν βοηθοῦ, εἰκότως ἡ πατρικὴ φιλανθρωπία τὸν αὐτοῦ μονογενῆ παῖδα ἐπὶ πᾶσιν καθίστη, καὶ διὰ πάντων χωροῦντα καὶ τοῖς πᾶσιν ἐπιστατοῦντα καὶ τὰς ἐξ αὐτοῦ χορηγίας ἐπάρδοντα.

πάντων γὰρ ἀθρόως τῶν τε κατ’ οὐρανὸν καὶ τῶν ἐπὶ γῆς ποιμένα καὶ σωτῆρα κηδεμόνα τε καὶ φύλακα καὶ ἰατρὸν καὶ κυβερνήτην μόνον αὐτὸν ὁ γεννήσας ἀνέδειξεν πατήρ, τῆς τῶν ὅλων συστάσεώς τε καὶ διοικήσεως μόνῳ τοὺς οἴακας ἐγχειρίσας, ὃ διδάσκει λέγων αὐτὸς »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου« καὶ αὖθις »ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ«.