Contra Marcellum

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἀλλὰ καὶ ὁ τυχὼν εἶπεν ἂν πρὸς αὐτόν, τί δὴ οὖν σαυτὸν σκώπτεις, ἄνθρωπε; τί δὲ κατὰ κρημνῶν ὠθεῖς, περὶ ὧν μὴ μεμάθηκας ὁριζόμενος ἐγγράφως; τί δὲ μὴ φυλάττεις ἃ παρὰ τῶν ἐκκλησιαστικῶν πατέρων τε καὶ διδασκάλων παρείληφας, | νεωτερίζεις δ’ ἄντικρυς νέαν καὶ ξενίζουσαν εἰσάγων τῷ βίῳ διαστροφήν, ἀρχήν τε πρόσκαιρον καὶ νεωτέραν τῇ βασιλείᾳ τοῦ Χριστοῦ διδοὺς καὶ ταύτης τέλος ὑφιστάμενος, καὶ τὸν μὲν ἀληθῶς μονογενῆ τοῦ θεοῦ υἱὸν ἀρνούμενος λόγον δὲ ψιλὸν ἀνούσιον καὶ ἀνυπόστατον ὑποτιθέμενος, ὃν οὐδ’ ἕτερον ἢ ἓν καὶ ταὐτὸν τῷ θεῷ εἶναι φῄς, ὃ δὴ καὶ πᾶς εἴποι ἂν ἀρνούμενος τὸν υἱὸν τοῦ θεοῦ, εἰκότως;

οὐ γὰρ υἱὸς ὁ μὴ ὑφεστὼς λόγος, ὡς οὐδ’ ὁ ἐν ἀνθρώπῳ λόγος υἱὸς ἄν ποτε ῥηθείη ἀνθρώπου, ἐνεργείᾳ μόνῃ ἐν τῷ λαλοῦντι συνιστάμενος. τοῦτον δ’ ἐκ τοῦ πατρὸς πρὸ ἐτῶν οὐδ’ ὅλων τετρακοσίων διὰ τῆς ἀναλήψεως τῆς σαρκὸς υἱὸν θεοῦ γεγενῆσθαι ἄνω κάτω φῄς. καὶ Ἰησοῦν καὶ Χριστὸν ὠνομάσθαι, εἰκόνα τε »τοῦ θεοῦ τοῦ ἀοράτου« χρηματίσαι καὶ »πρωτότοκον πάσης κτίσεως« , καὶ δὴ καὶ βασιλέα τότε γενέσθαι, ἀρξάμενον τούτων ἁπάντων ἐκ τοῦ δηλωθέντος χρόνου, ἔπειτα καιρῷ τῆς συντελείας τούτων ἁπάντων ἀθρόως παυθήσεσθαι.

ποῦ δὴ οὖν ταῦτα μεμάθηκας; τίς δέ σοι τούτων κατέστη διδάσκαλος, τίς ἐπισκόπων, ποῖαι σύνοδοι, ποῖον ἐκκλησιαστικῶν ἀνδρῶν γράμμα; ποῦ δέ σοι τὸ σῶμα τὸ ἀθάνατον χωρήσειεν ⟨ἂν· τοῦ σωτῆρος; ἀθάνατον γὰρ ὁμολογῶν καὶ θεῖον ὀνομάζων

αὐτὸ πάντως που καὶ ἄφθαρτον καὶ ἀδιάλυτον ὑποθήσῃ. πεφυκὸς δὲ τοιοῦτον μένει συνεστὸς δηλαδὴ καὶ ἀδιάλυτον. ἀλλὰ τὸν λόγον ἀφῄρεις αὐτοῦ καὶ τῷ θεῷ συνῆπτες.

οὐκοῦν ἄνευ λόγου μόνον τὸ σῶμα στήσεται ἐν ἀθανάτῳ καὶ ἀφθάρτῳ ἀλογίᾳ καὶ ἀκινησίᾳ; πῶς δὲ αὐτὸς ὁ λόγος εἰς τὸν θεὸν χωρήσει καὶ συναφθήσεται αὖθις αὐτῷ μετὰ τὸν τῆς σαρκὸς χωρισμόν; ἆρα μὴ ὢν ἐν τῷ θεῷ, ὅτε τῇ σαρκὶ συνῆν; ἀλλ’ ὢν ἐν αὐτῷ διὰ παντός, συναίδιός τε ὢν καὶ ἓν καὶ ταὐτὸν τῷ θεῷ. πῶς οὖν ὑπῆρχεν ἐν τῷ σώματι; εἰ μὲν ψυχῆς δίκην οἰκῶν ἐν αὐτῷ, ἔσται ἄρα ἐν ὑποστάσει, τοῦ πατρὸς κεχωρισμένος, ζῶν τε καὶ ὑφεστὼς ἐν ᾗ ἀνείληφεν σαρκί.

τί οὖν ἐκώλυεν καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως υἱὸν θεοῦ ζῶντα αὐτὸν ὁμολογεῖν; ἀλλ’ εἴποι ἂν ἴσως ἐνεργείᾳ μόνῃ οὐχὶ δὲ οὐσίας ὑποστάσει καὶ ἐν τῷ σώματι γεγονέναι· δραστικῇ γὰρ ἐνεργείᾳ μόνῃ φησὶ τῇ σαρκὶ συνὼν (τῷ κινεῖν αὐτὴν καὶ πράττειν ὅσαπερ ἐν Εὐαγγελίοις φέρεται) οὐσίᾳ τῷ θεῷ συνῆπτο, οἷα λόγος ὑπάρχων αὐτοῦ ἀχώριστος καὶ ἀδιάστατος. |

εἰ δὴ ταῦτα λέγοι, ἐρωτήσασιν ἡμῖν ἀποκρινάσθω, ἆρ’ ἐπὶ μόνην τὴν σάρκα ταύτην ἡ τοῦ λόγου ἐνέργεια ἔφθακεν, οὐχὶ δὲ καὶ ἐφ’ ἑτέρους ἀνθρώπους τοὺς ἁγίους τοῦ θεοῦ; καὶ εἰς τὰ λοιπὰ δὲ πάντα τοῦ λόγου δημιουργήματα οὐχὶ ὁ αὐτὸς ἐνεργεῖ λόγος; καὶ μὴν μεμαθήκαμεν ὡς »τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν« καὶ »πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν« . οὐκοῦν ἐνεργεῖ καὶ ἐπὶ πάντων.

ἔγνωμεν ἀπὸ τῶν θείων γραφῶν καὶ ὡς » λόγος κυρίου ἐγενήθη πρὸς Ὠσηὲ τὸν τοῦ Βεηρί« , καὶ »λόγος κυρίου ἐγενήθη πρὸς Ἡσαΐαν υἱὸν Ἀμώς« , καὶ »ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἱερεμίαν« . καὶ

48r
ἐφ’ ἑκάστου δὲ προφήτου ὁ αὐτὸς ἐνήργει τοῦ θεοῦ λόγος. ἄρ’ οὐν τῆς ἴσης ἀξίας τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ κἀκείνοις ἅπασιν μετῆν, καὶ πλέον οὐδὲν ὑπῆρχεν τῷ σωτῆρι, εἰ δὴ ἐνεργείᾳ μόνῃ ὑπὸ τοῦ λόγου τοῦ τῷ θεῷ συνημμένου ἐκινεῖτο.

ἀλλ’ οὐδὲ τὰ ἴσα τοῖς προφήταις φέρειν δίδωσιν Μάρκελλος τῷ Χριστῷ τοῦ θεοῦ. οἱ μὲν γὰρ ζωῆς αἰωνίου ἀθανάτου τε καὶ ἀτελευτήτου τεύξονται, εἰς τοὺς ἅπαντας αἰῶνας ἐν τῇ κατηγγελμένῃ τῶν οὐρανῶν βασιλείᾳ βιωσόμενοι ἀγαθῶν τε ἀπολαύσοντες »ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου 〈οὐκ〉 ἀνέβη« · ὁ δὲ Χριστὸς τοῦ θεοῦ αὐτὸς ὁ κοινὸς ἁπάντων σωτήρ, »ὁ πρωτότοκος τῶν νεκρῶν« , ἡ ἐλπὶς τῆς τῶν ἁγίων ἀναστάσεως,

μόνος ἄρα τότε ἀπολειφθήσεται, παυθησομένης αὐτοῦ τῆς βασιλείας καὶ τῆς ζωοποιοῦ σαρκὸς ἐρήμου καὶ ἀλόγου καταλειφθησομένης, ὡς μήτε προϋπάρχειν αὐτὸν υἱὸν θεοῦ ὄντα μήτε διαρκεῖν εἰς ἄπειρον κατὰ τὴν τοῦ Μαρκέλλου διδασκαλίαν.

εἰκότως ἄρα ταῦτα βασιλέα τὸν ὡς ἀληθῶς θεοφιλῆ καὶ τρισμακάριον κατὰ τοῦ ἀνδρὸς ἐκίνει, καίτοι μυρία κολακεύσαντος καὶ πολλὰ βασιλέως ἐγκώμια αὐτοῦ ἐν συγγράμματι διελθόντος. ταῦτα δὲ καὶ τὴν ἁγίαν σύνοδον ἐν τῇ βασιλικῇ συνελθοῦσαν πόλει ἐξ ἐπαρχιῶν διαφόρων Πόντου καὶ Καππαδοκίας Ἀσίας τε καὶ Φρυγίας καὶ Βιθυνίας Θρᾴκης τε καὶ τῶν ἐπέκεινα μερῶν στηλιτεύειν τὸν ἄνδρα διὰ τῆς κατ’ αὐτοῦ γραφῆς καὶ μὴ θέλουσαν ἐξεβιάζετο. ταῦτα καὶ ἡμᾶς ἐπὶ τὴν μετὰ χεῖρα ἐξέτασιν προελθεῖν κατηνάγκασεν, ὁμοῦ καὶ τοῖς δόξασιν τῇ ἁγίᾳ συνόδῳ παρισταμένους, ὁμοῦ καὶ τοῖς συλλειτουργοῖς προστάξασιν τοῦτο πρᾶξαι τὸ | ἱκανὸν ποιουμένους.

μάλιστα δέ μοι ἀναγκαῖον ἡγοῦμαι γεγενῆσθαι τὸ γράμμα διὰ τοὺς ἠδικῆσθαι τὸν ἄνδρα νενομικότας. χρὴ γὰρ ἀποθεραπεῦσαι τὴν τῶν ἡμετέρων ἀδελφῶν ὑπόνοιαν διὰ τοῦ φανερὰν καταστῆσαι τὴν μακροῖς μὲν χρόνοις ἐμφωλεύσασαν αὐτῷ εἰς τὸν υἱὸν τοῦ θεοῦ ἀπιστίαν, νυνὶ δὲ ἐληλεγμένην διὰ τῆς αὐτοῦ γραφῆς, ἣν μηδενὸς καλοῦντος αὐτόμολος φέρων παρῆν, βασιλεῖ τε ἐπὶ χεῖρα δοὺς ἠξίου διαγνῶναι τὰ ἐγγεγραμμένα· τάχα που ἐλπίσας τῶν εἰς αὐτὸν ἐγκωμίων χάριν αὐτὸς μὲν τυχεῖν προνομίας τῆς παρ’ αὐτῷ τῷ βασιλεῖ, τοὺς δ’ ὑπ’ αὐτοῦ κακηγορηθέντας ἐπισκόπους ὑποβληθῆναι τιμωρίᾳ.

οὐ μὴν κατ’ ἐλπίδας αὐτῷ τὰ τῆς ἐκβάσεως προὐχώρει. θεὸς γὰρ ἦν ὁ τούτων κριτὴς καὶ αὐτὸς Χριστὸς Ἰησοῦς, ὁ πρὸς τοῦ συγγραφέως ἀθετούμενος, ὃς δὴ τὰ κρύφια τοῦ ἀνδρὸς συνορῶν, αὐτὸν αὑτοῦ κατήγορον ἅμα καὶ ἔλεγχον μηδενὸς συνελαύνοντος γίγνεσθαι παρεσκεύαζεν. ὅθεν ὁ μὲν ἐπὶ τῷ συγγράμματι καλλωπιζόμενος βασιλεῖ προσῄει, ὁ δὲ τῇ συνόδῳ παρεδίδου τὴν διάκρισιν τῶν ἐγγεγραμμένων, ἡ δ’ ἁγία τοῦ θεοῦ σύνοδος ἀπεδοκίμαζε τὸ γράμμα, εἰκότως, ὅτι μήτε ἀρχὴν μήτε τέλος εὐσεβὲς ὁμολογεῖ τοῦ υἱοῦ τοῦ θεοῦ.