Contra Marcellum

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

(Nr. 36) Ὁ μὲν γὰρ λόγος »ἐν ἀρχῇ ἦν« . μηδὲν ἕτερον ὢν ἢ λόγος. ὁ δὲ τῷ λόγῳ ἑνωθεὶς | ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος, ὡς διδάσκει ἡμᾶς Ἰωάννης λέγων καὶ ὁ λόγος σὰρξ ἐγένετο « . διὰ τοῦτο τοίνυν τοῦ λόγου μνημονεύων φαίνεται μόνου· εἴτε γὰρ Ἰησοῦ εἴτε Χριστοῦ ὀνόματος μνημονεύει ἡ θεία γραφή, τὸν μετὰ [τὸν] τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ θεοῦ
λόγον ὀνομάζειν φαίνεται. εἰ δέ τις καὶ πρὸ τῆς νέας διαθήκης τὸ τοῦ Χριστοῦ 〈ἢ〉 Ἰησοῦ ὄνομα ἐπὶ τοῦ λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον, ὥσπερ καὶ ἀπὸ τούτου δῆλον· »παρέστησαν« γάρ φησιν »οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ« .

καὶ μεθ’ ἕτερα ἐπάγει

(Nr. 44) εἰκότως οὖν πρὸ τῆς καθόδου 〈τοῦτο ἦν〉, ὅπερ πολλάκις ἔφαμεν, λόγος· μετὰ δὲ τὴν κάθοδον καὶ τὴν τῆς σαρκὸς ἀνάληψιν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετύχηκεν, ἐπειδὴ »ὁ λόγος σὰρξ ἐγένετο« .
τήρει ὅπως διὰ τούτων Μάρκελλος τὸ Ἰησοῦ καὶ Χριστοῦ ὄνομα καὶ τὰς λοιπὰς
44r
προσηγορίας οὐ βούλεται κεῖσθαι ἐπὶ τοῦ λόγου, ἀλλ’ ἐπὶ τῆς σαρκὸς ἧς ἀνείληφεν. ἀναγκαία δὲ ἡ ἐπιτήρησις, ἵν’ ὅταν αὐτὸς πάλιν ἀποβάλῃ τὴν σάρκα ἐλέγχοιτο εἰς αὐτὸν ἀσεβῶν τὸν Χριστὸν τοῦ θεοῦ. μετὰ δὴ τὰ προλεχθέντα ἑξῆς προϊὼν [τὰ] περὶ τοῦ σώματος τοῦ σωτῆρος τοιαῦτα γράφει

(Nr. 8) καὶ μὴ τοῦτο ἀπίθανον εἶναι νομιζέτω Ἀστέριος, εἰ νεώτερον ὂν αὐτοῦ 〈τὸ〉 σῶμα τοσαύτης τυχεῖν ἀρχαιότητος ἐδυνήθη· ἀλλ’ ἐννοείτω, ὅτι 〈εἰ〉 καὶ μάλιστα τὴν ἀνθρωπίνην σάρκα νεωτέραν εἶναι συμβαίνει, ὅμως ὁ ταύτην ἀναλαβεῖν δι’ ἁγνῆς ἀξιώσας παρθένου λόγος, ταύτῃ τὸ ἑαυτοῦ ἑνώσας, οὐ μόνον πρωτότοκον πάσης κτίσεως« τὸν ἐν ἑαυτῷ ἄνθρωπον κτισθέντα ἀπειργάσατο, ἀλλὰ καὶ ἀρχὴν ἁπάντων αὐτὸν εἶναι βούλεται, οὐ τῶν ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς.

τοσαῦτα εἰπὼν μεθ’ ἕτερα τὰς ἀποστολικὰς φωνάς, δι’ ὧν τὸν υἱὸν τοῦ θεοῦ θεολογεῖ φάσκων »ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα εἰς αὐτὸν συνέστηκεν« , ἐπὶ τὴν σάρκα ἀναφέρει, οὐκ ἐρυθριῶν τὰς τοιαύτας τοῦ ἀποστόλου φωνὰς ἐκλαμβάνειν ἐπὶ τὴν σάρκα. περὶ ἧς προϊὼν αὐτὸς Μάρκελλος ταῦτα γράφει

(Nr. 104) εἰ οὖν (ὁ σωτὴρ) ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν. πῶς ἐγχωρεῖ | τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν ἐν τοῖς μέλλουσιν αἰῶσιν ⟨ὡς〉 αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγω;