Contra Marcellum

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

( » ὁ « γὰρ » λόγος ὃν ἀκούετε « φησὶν » οὐκ ἔστιν ἐμὸς ἀλλὰ
τοῦ πέμψαντός με πατρός« ). ἀφαιρεῖσθαι τὸν πατέρα τὰ ἴδια τοῦ παιδὸς δείκνυσιν. ἑκάτερα δὲ κατὰ τὴν Ἀστερίου οἴησιν οὐκ ἀκολούθως εἰρημένα φαίνεται.

ἔδει γὰρ τὸν συμφωνοῦντα μὴ τὰ 〈τῷ〉 ἑτέρῳ προσόντα παρασπᾶσθαι δίκαια, πλεονεκτικὸν γὰρ τοῦτό γε, ἀλλὰ τὰ ἑκατέρῳ προσόντα κοινὰ εἶναι νομίζειν. ὥστε ὅταν μὲν εἰς τὴν ἀνθρωπίνην ἀποβλέπωμεν σάρκα, οὐχ ὥσπερ Ἀστέριος γέγραφεν, οὕτως εὑρήσομεν εἰρηκότα τὸν σωτῆρα »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν «, οὐ γὰρ διὰ τὴν ἐν ἅπασιν λόγοις τε καὶ ἔργοις ἀκριβῇ συμφωνίαν, ὡς αὐτὸς γέγραφεν, ὁ σωτὴρ εἴρηκεν » ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν «.

εἰ γὰρ τοῦτ’ ἦν, πάντως ἂν ἔφη· ἐγὼ καὶ ὁ πατὴρ ἐν ἅπασιν πρὸς ἀλλήλους συμφωνοῦμεν. νυνὶ δὲ » ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν « ἔφη. οὐκοῦν εἰ ἐν ἐκείνοις ἀσυμφωνία τις ἦν, ἀνάγκη δὲ τὸν δεσπότην ἀληθεύειν, τὸν σωτῆρα ἀκριβῶς εἰδέναι προσήκει, ὅτι ἡνίκα ἂν | » ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν « λέγῃ. τηνικαῦτα οὐκ εἰς τὸν ἄνθρωπον ὃν ἀνείληφεν ἀποβλέπων τοῦτό φησιν, ἀλλ’ εἰς τὸν ἐκ τοῦ πατρὸς προελθόντα λόγον.

εἰ γάρ τις ἀσυμφωνία εἶναι δοκοίη, αὕτη ἀναφέρεσθαι εἰς τὴν τῆς σαρκὸς ἀσθένειαν ὀφείλει, ἣν μὴ πρότερον ἔχων ἀνείληφεν ὁ λόγος. εἰ δὲ
42v
ἑνότης λέγοιτο, αὕτη τῷ λόγῳ διαφέρουσα φαίνεται.

ὅθεν οὐ μόνον τὸ » ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν « εἰκότως ἔφη, ἀλλὰ κἀκεῖνο· » τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμί, Φίλιππε, καὶ λέγεις· δεῖξόν μοι τὸν πατέρα «, δῆλον ὅτι οὐ τούτοις τοῖς ὀφθαλμοῖς, ἀλλὰ τοῖς νοητοῖς τὰ νοητὰ ὁρᾶν δυναμένοις. ἀόρατος γὰρ τοῖς τῆς σαρκὸς ὄμμασιν ὅ τε πατὴρ ὑπάρχει καὶ ὁ τούτου λόγος. οὐ διὰ τὴν ἐν ἅπασιν οὖν συμφωνίαν τοῦτ’ ἔφη πρὸς Φίλιππον.

τοσαῦτα εἰπών, ἐπαναλαβὼν ἐξ ὑπαρχῆς τὸν λόγον τοῦτον δογματίζει τὸν τρόπον

(Nr. 92) πρὸ γὰρ τῆς δημιουργίας ἀπάσης ἡσυχία τις ἦν. ὡς εἰκός ὄντος ἐν τῷ θεῷ τοῦ λόγου. εἰ γὰρ ποιητὴν ἁπάντων τὸν θεὸν ὁ Ἀστέριος πεπίστευκεν εἶναι, δῆλον ὅτι συνομολογήσει ἡμῖν καὶ αὐτὸς τὸν μὲν ἀεὶ ὑπάρχειν, μηδεπώποτε 〈 τοῦ〉 εἶναι ἀρχὴν λαβόντα, τὰ δὲ γεγενῆσθαί τε ὑπ’ αὐτοῦ καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι. οὐ γὰρ οἶμαι καὶ τοῦτο πιστεύειν αὐτὸν τῷ λέγοντι εἶναί τινα καὶ ἀγένητα, ἀλλὰ ἀκριβῶς πεπεῖσθαι ὅτι οὐρανός τε καὶ γῆ καὶ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὄντα ὑπὸ θεοῦ γεγένηται.

εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἕτερον ἦν. εἶχεν οὖν τὴν οἰκείαν δόξαν ὁ λόγος, ὢν ἐν τῷ πατρί.

καὶ ταῦτα εἰπὼν ἐπάγει μεθ’ ἕτερα

(Nr. 93) τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν Ἀστέριος δόξαν ὀνομάζει, καὶ οὐ δόξαν μόνον ἀλλὰ καὶ προκόσμιον δόξαν, οὐκ ἐννοῶν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου.

ταῦτ’ εἰπὼν Μάρκελλος καὶ τὸν υἱὸν δι’ αὐτῶν ἀπαρακαλύπτως ἀρνησάμενος, ἵνα ἡμᾶς ἀκριβῶς πείσῃ ὁποῖον εἶναι τὸν λόγον τοῦ θεοῦ ἐφρόνει, σαφέστερον ἐμφαίνει τὴν διάνοιαν τῷ ἡμετέρῳ λόγῳ ἀπεικάζων αὐτόν, δι’ ὧν ταῦτα γράφει

(Nr. 55) ὥσπερ γὰρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου ⟨γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου⟩ σημαίνεται. διὰ τοῦτο γὰρ καὶ ὁ ἁγιώτατος Μωσῆς ἄγγελον ἐνταῦθα ὀνομάζει τὸν λόγον, ὅτι δι’ οὐδὲν ἕτερον ἐφάνη, ἀλλ’ ἵνα ἀναγγείλῃ τῷ Μωσεῖ ταῦτα ἅπερ λυσιτελεῖν τοῖς υἱοῖς Ἰσραὴλ ἠπίστατο· ἠπίστατο δὲ λυσιτελεῖν ἕνα θεὸν εἶναι νομίζειν. I

διὸ καὶ πρὸς αὐτὸν ἐγώ εἰμι ὁ ὢν « ἔφη, ἵνα μηδένα ἐκτὸς ἑαυτοῦ ἕτερον θεὸν εἶναι διδάξῃ. τοῦτο 〈δὲ〉 ῥάδιον, οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ’ ἡμᾶς παραδείγματος γνῶναι.

οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργεία.
καὶ ἐπιδαψιλεύεται ἔτι μᾶλλον τὴν αὐτοῦ διάνοιαν ἐμφαίνων, δι’ ων ἑξῆς τάδε φησίν
(Nr. 53) οὐ γὰρ δὴ ἑτέρας ἑτοιμασίας, οἷον ὕλης ἢ ἄλλης τινὸς ἀνθρωπίνης, ὁ θεὸς ἐδεῖτο πρὸς κατασκευήν, ἀλλὰ ταύτης τῆς ἐν τῇ αὐτοῦ διανοίᾳ ἑτοιμασίας.

ἐπεὶ οὖν ἀδύνατον ἦν χωρὶς λόγου καὶ τῆς προσούσης τῷ λόγῳ σοφίας ἐννοῆσαι περὶ τῆς τοῦ οὐρανοῦ κατασκευῆς τὸν θεόν, εἰκότως ἔφη » ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷς «.
καὶ προστίθησιν αὖθις ἐξομοιῶν τῷ ἀνθρωπίνῳ λόγῳ τὸν τοῦ θεοῦ, εἰς τὸ δεῖξαι αὐτὸν ἀνυπόστατον, γράφει δὲ οὕτως
(Nr. 56) ἐνταῦθα » ἐγώ εἰμι ὁ ὢν « λέγει μὲν τῷ Μωσεῖ ὁ πατήρ, λέχει δὲ δηλονότι διὰ τοῦ λόγου.

πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ
λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ’ ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ.

εἶτα μεταξύ τινα εἰπὼν ἐπιλέγει

(Nr. 68)
43r
πῶς οὖν Ἀστέριος ταῖς ἁγίαις γραφαῖς ἁπλῶς καὶ ἐμφόβως ἀκολουθεῖν προσποιούμενος οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγον »κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοὺ« , καὶ ὅτι »εἷς ἐστιν« καὶ πλὴν αὐτοῦ ἕτερος »οὐκ ἔστιν«.

καὶ προϊὼν αὖθις διισχυρίζεται φάσκων

(Nr. 40) οὐ καταχρηστικῶς λόγος ὀνομασθείς, κἂν διαρραγῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων λόγος.
καὶ προστίθησιν
(Nr. 45) τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἢ 〈τὸ〉 κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον »ἐν τῷ θεῷ« τουτὶ πρότερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι, ἀλλ’ ἡμᾶς τοῦ πλούτου »τῆς δόξης« καὶ τοῦ ἀποκεκρυμμένου μυστηρίου ἀπολαύειν νυνί.

καὶ μετὰ ταῦτα πάλιν ἀνθρωπίνῃ κέχρηται εἰκόνι, τοῦτον γράφων τὸν τρόπον

(Nr. 52) τίς γὰρ οὕτως ἢ τῶν ἁγίων ἀγγέλων ἢ ἀνδρῶν δικαίων ἀξιόπιστος ἦν τὴν ἐκ προσώπου τοῦ θεοῦ ὁρισθεῖσαν αὐτῷ τιμωρίαν λῦσαι, |

εἰ μὴ αὐτὸς ὁ λόγος ὁ συμπαρών τε καὶ συμπλάττων, πρὸς ὃν ὁ πατὴρ »ποιήσωμεν ἄνθρωπον« ἔφη »κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν« , οὐκ ὄντος ἑτέρου θεοῦ τοῦ συμπλάττειν αὐτῷ δυναμένου. »ἐγὼ« γάρ εἰμι, φησίν, »θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ θεὸς ἕτερος οὐκ ἔστιν«. οὔτε οὖν νεώτερός τις θεός ἦν, οὔτε ἄλλος τις »μετὰ ταῦτα« θεὸς ὢν θεῷ συνεργεῖν δυνατὸς ἦν.

ἀλλ’ εἴ τις μικρῷ τινι καὶ ἀνθρωπίνῳ καθ’ ἡμᾶς παραδείγματι χρώμενος ὡς διὰ εἰκόνος τὴν θείαν ἐξετάζοι πρᾶξιν· ὥσπερ ἄν τις ἀνδριαντοποιὸς ἐπιστήμων ἀνήρ,
ἀνδριάντα πλάσαι βουλόμενος, πρῶτον μὲν τοὺς τύπους αὐτοῦ καὶ χαρακτῆρας ἐν ἑαυτῷ σκοπεῖ, ἔπειτα πλάτος τε καὶ μῆκος ὅσον εὐπρεπὲς ἐννοεῖ, ἀναλογίαν τε τοῦ παντὸς ἐν τῷ καθ’ ἕκαστον ἐξετάζει μέρει. χαλκοῦ τε τὴν πρόσφορον ἑτοιμάσας ὕλην καὶ τὸν ἐσόμενον ἀνδριάντα τῇ ἑαυτοῦ προτυπώσας διανοίᾳ καὶ νοητῶς ὁρᾶν νομίσας συνειδώς τε ἑαυτῷ συνεργεῖν τὸν λόγον. ᾧ λογίζεται καὶ ᾧ πάντα πράττειν εἴωθεν (οὐδὲν γὰρ μὴ λόγῳ γιγνόμενον καλόν). ἀρχόμενος τῆς αἰσθητῆς ταύτης ἐργασίας πρὸς αὐτὸν ὡς πρὸς ἕτερον παρακελεύεται λέγων· ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα· οὕτως ὁ τῶν ὅλων δεσπότης θεὸς τὸν ἔμψυχον ἐκ γῆς ἀνδριάντα ποιῶν οὐκ ἄλλῳ τινὶ ἀλλὰ τῷ ἑαυτοῦ λόγῳ παρακελεύεται λέγων· »ποιήσωμεν ἄνθρωπον« , οὐ τὸν αὐτὸν τοῖς ἄλλοις τρόπον· λόγῳ γὰρ ἡ πᾶσα ἐγένετο κτίσις.

καὶ τούτοις μεθ’ ἕτερα ἐπιλέγει

(Nr. 108) νυνὶ δὲ πιστεύω ταῖς θείαις γραφαῖς, ὅτι εἷς θεός. καὶ ὁ τούτου λόγος [θεὸς] προῆλθεν μὲν τοῦ πατρός, ἵνα »πάντα δι’ αὐτοὺ« γένηται· μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως καὶ τὴν τῶν ἀπάντων διόρθωσιν καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἀπάσης ἐνεργείας, »τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα« »θεῷ καὶ πατρί« , ἵν’ οὕτως ᾖ ἐν θεῷ ὁ λόγος, ὥσπερ καὶ πρότερον ἦν πρὸ τοῦ τὸν κόσμον εἶναι. οὐδενὸς γὰρ ὄντος πρότερον ἢ θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ λόγου γίγνεσθαι μελλόντων, προῆλθεν ὁ λόγος δραστικῇ ἐνεργείᾳ, ὁ λόγος οὗτος τοῦ πατρὸς ὤν.

καὶ πάλιν τὴν αὐτὴν διάνοιαν λευκότερον τίθησι λέγων

(Nr. 54) πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ πατρί. ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς προὔθετο ποιῆσαι, ἐνεργείας ἡ τοῦ κόσμου
43v
γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν τοῦ θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὑπ’ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν.|