Contra Marcellum

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ τίς ἡ τοῦ σατανᾶ ὀνόματος ἑρμηνεία, διὰ τί δὲ καὶ »σκάνδαλον« αὐτὸν εἶπεν, πῶς δὲ σχεδὸν ὑφ’ ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ τὸ »μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ« πρὸς αὐτὸν ἐλέγετο καὶ τὸ »ὕπαγε ὀπίσω μου, σατανᾶ«,

καὶ τίς ἡ διάνοια τοῦ »ὀπίσω πορεύεσθαι« [καὶ] τοῦ σωτῆρος (ἢν παρὰ πόδας αὐτὸς διεσάφησεν συνάψας ἑξῆς τὸ »εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι«· ὃ δὴ καὶ ἔργῳ διεπράξατο μικρὸν ὕστερον αὐτὸς ὁ Πέτρος, μαρτυρίῳ τελειωθείς),

ἀλλὰ καὶ ἐπιζητῆσαι δέον ἐπὶ ποίοις μὲν αὐτὸν ἐμακάρισεν, ἐπὶ ποίοις δὲ αὐτῷ ἐπέπληξεν· ὁ δὲ μηδενὶ τούτων προσεσχηκὼς ταῦτ’ εἰρῆσθαι πρὸς

τὸν διάβολον ἀπεφήνατο τῆς γραφῆς ἐναντίως.

ἆρα οὖν τοῦτο μόνον ἠγνόησεν; οὐχὶ δὲ καὶ προϊὼν αὖθις, τῆς ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν μνημονεύσας, ἔπειτα βουληθεὶς δεῖξαι ὅτι καὶ πρὸ αὐτοῦ κατὰ τοὺς χρόνους τοὺς προφητικοὺς φέρεταί τις ἐκ νεκρῶν ἐγηγερμένος, πάλιν κἀνταῦθα σφάλλεται, πρῶτον λέγων Ἐλισσαῖον τὸν προφήτην ἐκ νεκρῶν ἐγεῖραι· ἀγνοήσας ὡς καὶ πρὸ Ἐλισσαίου | Ἠλίας ὁ μέγας τὸν τῆς χήρας υἱὸν ἀποθανόντα ἀνέστησεν, ὡς ἔστιν μαθεῖν ἐκ τῆς τρίτης τῶν Βασιλειῶν;

ὁ δὲ καὶ τοῦτ’ ἀγνοήσας φαίνεται, δι’ ὧν ταῦθ’ οὕτως γράφει

(Nr. 2) οὐ μόνον τοίνυν τῆς »καινῆς κτίσεως« πρωτότοκον αὐτὸν ὁ ἀπόστολος εἶναι φησίν, ἀλλὰ καὶ πρωτότοκον »ἐκ νεκρῶν«, δι’ οὐδὲν ἕτερον, ἐμοὶ δοκεῖν, ἀλλ’ ἵνα διὰ τοῦ πρωτοτόκου »τῶν νεκρῶν«, ὅπως καὶ »πρωτότοκος ἁπάσης κτίσεως« εἴρηται, γνωσθῆναι δυνηθῇ. οὐ γὰρ ἐκ νεκρῶν ἀνέστη πρῶτος ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστός· ἀλλ’ ὁ δι’ Ἐλισσαίου τοῦ προφήτου ἀναστὰς ἀνέστη πρότερος, καὶ Λάζαρος δὲ πρὸ τῆς αὐτοῦ ἀναστάσεως ἀνέστη, καὶ ἐν τῷ καιρῷ τοῦ πάθους »πολλὰ σώματα τῶν κεκοιμημένων« ἀνέστησαν.

καὶ τοῦτο δὲ ἀθεωρήτως δοκεῖ μοι τεθεικέναι ὁ Μάρκελλος, λέγω δὲ τὸ »πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων« πρὸ αὐτοῦ ἐγεγέρθαι. οὐ γὰρ προσέσχεν ὄλῃ τῇ τοῦ εὐαγγελίου γραφῇ διδασκούσῃ, ὅτι »μετὰ τὴν 〈ἔγερσιν〉 αὐτοῦ« τὰ τῶν ἁγίων ἐγήγερται σώματα.

εὕροις δ’ ἂν αὐτὸν σφαλλόμενον καὶ ἐν τῇ τοῦ ἀποστολικοῦ ῥητοῦ ἐκθέσει. ὁ μὲν γὰρ θεῖος ἀπόστολος Ῥωμαίοις γράφων τάδε φησὶν »ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης«.

ὁ δέ. οὐκ οἶδα ποίᾳ διανοίᾳ, κἀνταῦθα διαστρέφει τὴν ἀποστολικὴν λέξιν. ἀντὶ τοῦ »ὁρισθέντος« ποιήσας προορισθέντος, ἵν’ ᾗ ὅμοιος τοῖς »κατὰ πρόγνωσιν« προορισθεῖσιν.

λέγει οὖν κατὰ λέξιν οὕτως

(Nr. 16) ὥσπερ οὗν τὴν ἐκκλησίαν πάλαι προωρίσατο ὁ παντοκράτωρ θεός, οὕ〈τω〉 καὶ τὴν κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίαν, δι’ οὗ τὸ τῶν θεοσεβῶν γένος »εἰς υἱοθεσίαν« καλέσαι προωρίσατο, πρότερον θεμελιώσας
33v
ἐν τῇ αὐτοῦ διανοίᾳ. διὰ τοῦτο ὁ
ἀπόστολος τῷ ἁγίῳ πνεύματι σαφῶς προαγορεύει »τοῦ προορισθέντος υἱοῦ θεοῦ« λέγων.
καὶ αὐθίς φησιν ἐν ἑτέροις
(Nr. 109) οὗτός ἐστιν περὶ οὗ ὁ Παῦλος ἔφη »τοῦ προορισθέντος υἱοῦ θεοῦ«.

καὶ ἐνταῦθα δὲ οὐ τὴν λέξιν μόνην τὴν ἀποστολικὴν παρέφθειρεν, ἀλλὰ καὶ τὴν διάνοιαν αὐτὴν διὰ τῆς προσθήκης τῆς τοῦ πρὸ προθέσεως. ἀδελφὰ δὲ τούτοις πράττων, τῆς ψαλμῳδίας περιεχούσης »ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε«, | ὁ δὲ κἀνταῦθα προσθήκῃ κέχρηται τῇ μηδαμῶς ἐμφερομένῃ πρὸς τὸ καταμέμφεσθαι τῷ μὴ ὁμοίως αὐτῷ φάσκοντι.