Contra Marcellum

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ὁ δ’ αὐτὸς ἂν εἴη λόγος καὶ περὶ τῆς τοῦ υἱοῦ γενεσιουργίας. τούτων δ’ αὐτὸς ὁ σωτὴρ ἀξιόχρεως γένοιτ’ ἂν ἡμῖν ἱεροφάντης, ὧδέ πη φάσκων » πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱός «.

εἰ δὴ οὖν τούτοις μὲν ἀντιφθέγγοιτό τις καὶ μὴ τὸν υἱόν, ᾧ πάντα παρέδωκεν ὁ πατήρ. ὑφεστάναι λέγειν τολμῴη, λόγον δὲ αὐτὸν ὁρίζοιτο μόνον ὅμοιον τῷ ἐν ἀνθρώποις, ποτὲ μὲν ἐν τῷ θεῷ ἡσυχάζοντα ὁμοίως τῷ παρ’ ἡμῖν σιωπῶντι. ποτὲ δὲ ἐνεργοῦντα τῷ παρ’ ἡμῖν ἐν τῷ λαλεῖν φθεγγομένῳ παραπλησίως, εἶτα τοῦτον αὐτὸν καιρῷ τινι οὐδ’ ὅλων

ἐτῶν ἔμπροσθεν τετρακοσίων σάρκα φήσαι (οὐκ οἶδ’ ὅπως) ἀνειληφέναι καὶ δι’ αὐτῆς τὴν κατὰ ἄνθρωπον οἰκονομίαν τετελεκέναι, καὶ τότε υἱὸν θεοῦ γεγονέναι καὶ Ἰησοῦν Χριστὸν χρηματίσαι βασιλέα τε ἀνηγορεῦσθαι εἰκόνα τε »θεοῦ τοῦ ἀοράτου«, καὶ πρωτότοκον »πάσης κτίσεως« μὴ ὄντα πρότερόν ποτε ἀποδεδεῖχθαι· εἶτ’ ἐπὶ τῇ τοσαύτῃ ἀτοπίᾳ μηδ’ ἐξ οὑπερ ὑπέθετο χρόνου τὴν εἰς ἄπειρον καὶ ἀτελεύτητον ζωήν τε καὶ βασιλείαν τῷ Χριστῷ διδούς, τέλος δὲ αὐτῷ μηδ’ αἴσιον ἐπάγοι μηδ’ οἷον τοῖς δι’ αὐτοῦ τῶν ἐπαγγελιῶν καταξιωθησομένοις ὧν αὐτὸς ὁ σωτὴρ ἐπήγγελται, ζωὴν αἰώνιον καὶ ἀφθαρσίαν
31v
ἀθανασίαν τε καὶ βασιλείαν οὐρανῶν τοῖς ἀγαπῶσιν αὐτὸν ὑποσχόμενος·

τηνικαῦτα δὲ κατὰ τὴν προσδοκωμένην τούτων ἐλπίδα τοῖς μὲν ἄλλοις ἅπασιν τὰ τῆς βασιλείας εἰς ἀτελεύτητον διαρκέσειν αἰῶνα φάσκοι, μόνῳ δὲ αὐτῷ τῷ Χριστῷ τούτων ἁπάντων ἀθρόαν γενήσεσθαι στέρησιν, παυθησομένης μὲν αὐτοῦ τῆς βασιλείας, τῆς δὲ σαρκὸς ἧς ἀνείληφεν καταλειφθησομένης ἐρήμου, ‹αὐ›τοῦ δὲ τοῦ προόντος ἐν θεῷ λόγου ἀφοριζομένου μὲν τοῦ σώματος (κἂν ἀθάνατον τοῦτο καὶ ἄφθαρτον ᾖ) τῷ δὲ θεῶ συναφθησομένου, ὡς ἕν καὶ ταὐτὸν πάλιν τῷ θεῷ γενήσεσθαι καθὰ καὶ πρότερον ἦν· τίς ἂν λείποιτο τούτῳ δυσσεβείας ὑπερβολή;

διὸ δὴ τούτοις ἀναγκαία ἡ τῆς ἀποστολικῆς διαστολῆς μαρτυρία φήσασα | »κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω«. θαυμάζειν δέ μοι ἔπεισιν ἐπιθεωροῦντι τὴν ἀποστολικὴν διάνοιαν. ὥσπερ γὰρ θεσπίζων τὸ μέλλον αὐτοῖς Γαλάταις τὴν τοῦ σωτῆρος ἐξηκρίβου θεολογίαν, αὐτόθεν ἐν ἀρχῇ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς καινότερον ἢ κατὰ τὸ σύνηθες γράφων ὧδε »Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοὺ«.

οὐκ ἂν γοῦν οὕτω γράψαντα εὕροι τις αὐτὸν ἑτέροις· τῷ μηδένας εἶναι, ὡς εἰκός, περὶ τὴν πίστιν ὁμοίως, οἷς ἔγραφεν, ἑτέρους. ὡς γὰρ ψιλὸν ἄνθρωπον ὑπολαμβάνουσιν τὸν Χριστὸν προσῆγεν τὴν διόρθωσιν, οὐκ ἄνθρωπον αὐτὸν κατὰ τὴν ἀρχὴν τῆς ἐπιστολῆς διδάσκων· καὶ προϊὼν τοῖς αὐτοῖς ἔλεγεν ὅτι »τὸ εὐαγγέλιόν μου, τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς, οὐκ ἔστιν κατὰ ἄνθρωπον, οὐδὲ ἐγὼ παρὰ ἀνθρώπου παρἑλαβον αὐτὸ οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ«. δι’ ὧν αὖθις ὅτι μὴ ἄνθρωπος ἦν Ἰησοῦς Χριστὸς παρίστη.

τί δὲ

ἦν, εἰ μὴ ἄνθρωπος, προϊὼν αὖθις διεσάφει λέγων »ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί«. ὁρᾷς πῶς υἱὸν θεοῦ σαφῶς ἀνηγόρευε τὸν σωτῆρα. καὶ διὰ τοῦτο θεόν.

καὶ ὅτι γε πρὸ τῆς ἐνσάρκου παρουσίας υἱὸν αὐτὸν τοῦ θεοῦ ὄντα ἠπίστατο, τρανότατα παρίστησιν ἐπιλέγων ἐν τῇ αὐτῇ πρὸς Γαλάτας ἐπιστολῇ »ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός«. οὐκοῦν οὐ νῦν, ἀλλὰ πρὶν ἢ γενέσθαι ἐκ γυναικός, υἱὸν ὄντα καὶ προόντα ἀπέστειλεν ὁ πατήρ· ὡς ἂν ὁ πάλαι υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου γένοιτο, γενόμενος »ἐκ γυναικός«.

ἀλλὰ καὶ μεσίτην αὐτὸν τοῦ Μωσέως νόμου γενέσθαι διδάσκει, διορίζων τὸν τῆς μεσιτείας λόγον δι’ ὧν φησιν »τί οὖν; ὁ νόμος τῶν παραβάσεων χάριν ἐτέθη. ἄχρι ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δ’ ἀγγέλων ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν«. ἀκούεις ὅπως ἐν τούτοις ὁ ἀπόστολος Γαλάτας αὐτοὺς ἐδίδαξεν ἐξ ἐκείνου ἕνα ‹τὸν› θεὸν εἰδέναι, καὶ ἕνα τὸν μεσίτην θεοῦ καὶ ἀγγέλων.

ὃ δὴ καὶ ἐν ἑτέροις ἐδήλου λέγων | »εἷς γὰρ ὁ θεός· εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός«. ἀλλ’ ὅτε μὲν »θεοῦ καὶ ἀνθρώπων« μεσίτην αὐτὸν ὠνόμαζεν, εἰκότως ἄνθρωπον αὐτὸν διὰ τὴν ἐνανθρώπησιν ἐκάλει· ὅτε δὲ οὐ μεσίτην θεοῦ καὶ ἀνθρώπων, ἀλλὰ θεοῦ καὶ ἀγγέλων τὸν αὐτὸν εἰσῆγεν, οὐκέτ’ ἄνθρωπον ὠνόμαζεν, μόνον δὲ μεσίτην φησίν, τὸν νόμον διατετάχθαι εἰπὼν »δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου«,

διαιρέσει τε ἀναγκαίως τὸ τοῦ μεσίτου ὄνομα διασαφῶν ἐν τῷ λέγειν »ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν«. οὔτε ἄρα ὁ θεὸς εἴη

32r
ἂν ὁ μεσίτης (τίνος γὰρ καὶ γένοιτ’ ἂν μεσίτης;) οὕτε ὁ μεσίτης αὐτὸς [αὐτὸς] ἂν εἴη ὁ θεός· «ὁ» γὰρ «μεσίτης ἑνὸς οὐκ ἔστιν«.

δυεῖν δ’ ἄρα μέσος ἕστηκεν. τίνων τούτων, διασαφεῖ ἀγγέλους ὀνομάζων καὶ τὸν θεόν· ὧν μέσον ὄντα τὸν υἱὸν τοῦ θεοῦ [ἐκ] τὸν νόμον χειρὶ μὲν ἰδίᾳ εἰληφέναι φησὶν παρὰ τοῦ πατρός, »δι’ ἀγγέλων« δὲ τῷ πρώτῳ διατεταχέναι λαῷ. ἦν ἄρα ἐξ ἐκείνου ὁ υἱὸς μεσίτης θεοῦ τε καὶ ἀγγέλων, πρὶν ἢ γενέσθαι »μεσίτης θεοῦ καὶ ἀνθρώπων«.

καὶ ἦν οὐχ ὡς ψιλὸς θεοῦ λόγος, ἀνυπόστατος, ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ (οὐ γὰρ ἂν εἴη οὕτω γε μεσίτης)· ἀλλ’ ἦν καὶ προῆν ὡς »μονογενὴς υἱὸς πλήρης χάριτος καὶ ἀληθείας«. καὶ ἦν μεσιτεύων τῷ πατρὶ παρέχοντι τὸν

νόμον »δι’ ἀγγέλων« ἀνθρώποις. ὃ δὴ διδάσκων ἐξ ἐκείνου τοὺς ἀγνῶτας καὶ ἀμαθεῖς τῆς τοῦ υἱοῦ θεοῦ θεολογίας ὁ ἀπόστολος ἐπεσφραγίζετο λέγων »ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν«. οὐ γὰρ ἔχει φύσιν ἐφ’ ἑνὸς τὸν μεσίτην ὁρίζεσθαι.

διὸ οὗτος μὲν οὐκ ἔστιν ἑνός, δυεῖν δὲ μέσος ἐξ ἀνάγκης, οὐδέτερος ὢν ἐκείνων ὧν μέσος τυχχάνει· ὥστε μήτε αὐτὸν εἶναι τὸν ἐπὶ πάντων θεὸν ἡγεῖσθαι μήτε τῶν ἀγγέλων ἕνα, τούτων δὲ μέσον καὶ μεσίτην, ὅτε τῷ πατρὶ καὶ ἀγγέλοις μεσιτεύει· ὡς οὐ πάλιν, ὅτε »μεσίτης« γίνεται »θεοῦ καὶ ἀνθρώπων«, μέσος ὢν ἑκατέρου τάγματος οὐδέτερόν ἐστιν, 〈ὧν〉 μεσίτης ὑπάρχει̇ οὔτ’ αὐτὸς ὢν ὁ εἷς καὶ μόνος θεὸς οὔθ’ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις ἄνθρωπος.

τί δέ, εἰ μηδὲν τούτων, ἢ θεοῦ μονογενὴς υἱός, νῦν μὲν ἀνθρώπων καὶ θεοῦ μεσίτης γεγονώς, πρόπαλαι δὲ | ἐπὶ Μωσέως θεοῦ καὶ ἀγγέλων μεσίτης ὑπάρχων; ταῦτα δὲ αὐτοῖς γράφων, ὧδέ πη παραδιδοὺς λέγει ὁ μέγας ἀπόστολος »ὁ νόμος διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου.

ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν«. »εἷς« οὖν ἔστιν ὁ »θεός«, καὶ »εἷς μεσίτης θεοῦ« τε καὶ τῶν γενητῶν πάντων, οὐ νῦν ἀρξάμενος τῆς σωτηρίου μεσιτείας, ἀλλὰ καὶ πρὸ τῆς εἰς ἀνθρώπους αὐτοῦ θεοφανείας, ὥσπερ οὖν ὁ λόγος ἀπέδειξεν.

τούτων δ’ ἐν βραχεῖ Γαλάταις αὐτοῖς ἐκ μόνης τῆς πρὸς αὐτοὺς ἐπιστολῆς παρατεθέντων, τῆς τε σωτηρίου πίστεως τὴν μυστικὴν [καὶ] ἀναγέννησιν »εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος« παρεχούσης, καὶ πρὸς τοῖς θείοις ἐγγράφοις τῆς ἀπὸ περάτων γῆς ἕως περάτων καθολικῆς τοῦ θεοῦ ἐκκλησίας τὰς ἀπὸ τῶν θείων γραφῶν μαρτυρίας ἐξ ἀγράφου παραδόσεως ἐπισφραγιζομένης, ὥρα λοιπὸν καὶ τὰς Μαρκέλλου διασκέψασθαι λέξεις τῶν τε ἐπηγγελμένων ἡμῖν τὰς ἀποδείξεις ὑποσχεῖν, ὡς ἂν μή τις τὸν ἄνδρα συκοφαντεῖσθαι πρὸς ἡμῶν νομίσειεν.

σκοποῦ δέ μοι προκειμένου διὰ βραχέων ἐκφῆναι τὰ εἰρημένα, οὐ πάσας ἀναλέξομαι τοῦ ἀνδρὸς τὰς φωνὰς, μόναις δὲ ταῖς συνεκτικαῖς χρήσομαι, τὰς πλείους ὡσανεὶ περιττὰς καὶ διὰ τῶν αὐτῶν χωρούσας ὑπερθησόμενος. πρὸ δὲ τῆς τῶν εἰρημένων ἀποδείξεως οἶμαι δεῖν ἐν πρώτοις παραστῆσαι τοῖς ἐντυγχάνουσιν, ὅτι μηδὲ τὰς προχείρους λέξεις τῶν θείων ἐξηκρίβου ἀναγνωσμάτων, ὡς ἂν γνωσθῇ τοῖς ἔτ’ αὐτὸν ἀγνοοῦσιν ὁποῖός τις ὢν ἐπὶ τὴν τῶν εἰρημένων προήχθη τόλμαν.