Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Ἐθεωρήθησαν αἶ πορεῖαί σου, ὁ θεὸς, πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως, τοῦ ἐν τῷ ἁγίῳ · προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ. ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα, ἡγεμόνες αὐτῶν, τῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ.”

Κἀνταῦθα τοὺς δηλουμένους ἄρχοντας Νεφθαλεὶμ οὐκ ἄλλους ἡγοῦμαι τῶν ἀποστόλων τυγχάνειν. ἐνθένδε γὰρ αὐτοὺς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἀνα- λέλεκται κατὰ τὴν Ματθαίου παράθεσιν. τὴν εἰς ἀνθρώπους δὲ πορείαν καὶ τὴν ἔνσαρκον ἐπιδημίαν τοῦ θεοῦ λόγου θεσπίζουσα ἡ γραφή φησιν ἐθεωρήθησαν αἷ πορεῖαί σου, ὁ θεός” καὶ τὰ ἑξῆς.

ταύτης δὲ τῆς ἐπιφανείας ὡσανεὶ πρόδρομοι γεγονότες οἶ πάλαι θεοφιλεῖς προφῆται διὰ ψαλτηρίου καὶ χορῶν καὶ παντοίων πνευματικῶν ὀργάνων κηρύττοντες καὶ ἀνυμνοῦντες προέφθασαν ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.

πάντως γάρ που τῶν ἐκ περιτομῆς συναγωγῶν εἰς μέσον παριόντες οἶ θεῖοι προφῆται τὴν τοῦ [*](9 Ps. 67, 24.)

v.3.p.595
Χριστοῦ προκατήγγελλον ἄφιξιν, οἶ δὲ αὐτοὶ τῷ θείω πνεύματι τοῖς τοῦ σωτῆρος ἡμῶν ἀποστόλοις προσεφώνουν λέγοντες ‟ ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραὴλ.” πηγαὶ δὲ Ἰσραὴλ οἶ λόγοι ἂν εἷεν οἱ τῷ Ἰσραὴλ παραδεδομένοι. πρῶτοι γὰρ ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ, ὅθεν ἀντλοῦντας καὶ ἡμᾶς ἀρδεύειν δεήσει τὰς ἐκκλησίας τοῦ Χριστοῦ.

νεάνιδας δὲ καὶ τυμπανιστρίας τὰς πάλαι σωματικώτερον κατὰ τὸν Μώσεως νόμον βιούσας ψυχὰς ᾐνίξατο, διὰ μὲν τὸ νεώτερον καὶ ἀτελὲς τοῦ φρονήματος νεάνιδας, διὰ δὲ τὸ περὶ σωματικὴν κατατρίβεσθαι θρησκείαν τυμπανιστρίας αὐτὰς ἀποκαλέσας.

  • Ἀπὸ τοῦ Ἠσαίου.