Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. πάσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος, καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, αἱ τραχεῖαι εἰς ὁδοὺς λείας. καὶ ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, ὅτι κύριος ἐλάλησεν.”

Ἔδει καὶ ταύτην ἐπὶ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν ἐπὶ πέρας ἐλθεῖν τὴν πρόρρησιν. διόπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν ‟ἐν ἔτει πεντεκαιδεκάτῳ ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τῶν τούτῳ συναριθμουμένων, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην, τὸν τοῦ Ζαχαρίου υἱὸν, ἐν τῇ ἐρήμῳ· ὃς ἐλθὼν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐκήρυσσε βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.” τούτοις δ’ οὖν ὁ εὐαγγελιστης ἐπιμαρτυρεῖ λέγων καθὼς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου” καὶ τὰ ἑξῆς.

τί δὴ οὖν ἐβόα ἡ διὰ τοῦ Ἰωάννου φωνὴ ἐπὶ [*](2 Num. 24, 8. 9 Es. 40, 3. 18 Luc. 3, 1.)

v.3.p.577
τῆς ἐρήμου κηρύσσουσα, ἢ τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ, ὡς ἑρπετοῖς ἐρήμου τυγχάνουσιν, οἰκείως τῷ ‟ γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ἐμὶν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς ” πάλιν τε αὖ τἀς σκολιὰς ψυχὰς εἰς εὐθείας καὶ τὰς τραχείας εἰς ὁδοὺς λείας μετασκευάζουσα ἔφασκε τοῖς αὐτοῖς ‟ ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας.’

καὶ ταῦτά γε συνετελεῖτο προπαρασκευάζοντος Ἰωάννου τοὺς ὀψομένους τὴν δόξαν κυρίου, καὶ τὸ καλούμενον σωτήριον τοῦ θεοῦ, οὐκ ἄλλον ὅντα τοῦ Χριστοῦ, ὡς ἐμαρτύρει λέγων ‟ ἐγὼ μὲν ὑμὰς ὕδατι βαπτίζω, ἔρχεται δὲ ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὑ οὐκ εἰμὶ ἄξιος τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί.”

ὃς καὶ ἰδὼν τὸν Ἰησοῦν ἐρχόμενον ἀνεφώνησεν ‟ ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονε.” τὸν αὐτὸν δὲ εἶναι τὸ σωτήριον τοῦ θεοῦ καὶ ὁ Συμεὼν ἐμαρτύρησεν, ὃς λαβὼν ἐπὶ ταῖς ἀγκάλαις βρέφος ὄντα τὸν Ἰησοῦν ἔφη ‟νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου; ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὁ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθυῶν.“

οἷς συνᾴδει καὶ ὁ προφήτης καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ ” τὸ γὰρ πάσα σὰρξ ἀντὶ πάντων εἴρηται τῶν ἐθνῶν

ὅπως δὲ ταῦτα τέλους ἔτυχε καὶ τὰ ἔθνη τὸν Χριστὸν ἐπέγνω τοῦ θεοῦ μακρῶν οὐ δεῖ λόγων. καὶ τὰ μὲν ῥητὰ τοῦτον ἐπληροῦτο τὸν τρόπον· τί δ’ ἦν τὸ αἴτιον τοῦ μὴ ἐν πόλεσι, μηδ’ ἐπ’ αὐτῆς τῆς Ἱερου- [*](15 Jo. 1, 29. 20 Luc. 2, 29.)

v.3.p.578
σαλὴμ, ἀλλ’ ἐπὶ τῆς ἐρήμου Ἰωάννην παρελθόντα κηρύττειν ; ὁ μέν τις φήσαι ἂν εἰς ἀποπλήρωσιν τῆς προφητείας τοῦτο αὐτὸν πεποιηκέναι.

ἀλλ’ ὁ ἀκριβὴς εὐθέως ἐξετάζων, αὕτη δὲ ἡ προφητεία τί ποτ’ ἄρα σημαίνειν βουλομένη τὴν ἔρημον καὶ τὰ κατ’ αὐτὴν ἐδήλου, πεύσεται · πρὸς ὃν φήσομεν ὅτι καὶ τοῦτο σημεῖον ἦν καθαιρέσεως τῆς Ἱερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ θυσιαστηρίου, τῆς τε κατὰ τὸν Μώσεως νόμον λατρείας, ὅτε μηκέτ’ αὐτοῖς διὰ τῶν κατὰ νόμον θυσιῶν τὰ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν προυξενεῖτο, ἀλλὰ διὰ καθάρσεως λουτροῦ ἐπὶ τῆς πάλαι διψάδος καὶ ἐρήμου, λέγω δὲ τῆς τῶν ἐθνῶν ἐκκλησίας, παραδιδομένου, ἐν ᾗ καὶ ἡ προφητικὴ γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται τὴν ὁδὸν κυρίου, τὰς μὲν κάτω που εἰς βάθος κακίας ὡς ἐν φάραγγι κειμένας ψυχὰς ἐπαρθήσεσθωι, τὰ δὲ πάλαι ὑψώματα τῆς Ἱερουσαλὴμ καὶ τῶν ἐπ’ αὐτῆς ἀρχόντων τε καὶ βασιλέων, ὄρη καὶ βουνοὺς ὀνομαζόμενα, ταπεινωθήσεσθαι θε- σπίζουσα.

ὧν ἐπιτελεσθέντων φησὶ ‟πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ,” δῆλον δ’ ὅτι πᾶσα ἡ ἐν σαρκὶ ἐπὶ γῆς ἀναστρέφουσα ψυχὴ Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων καὶ πάντων ἁπαξαπλῶς τῶν ἐθνῶν, ἃ καὶ τῇ προρρήσει ἀκολούθως εἰς πέρας ἐλθόντα δείκνυται.

ζητῶν δὲ παρ’ ἐμαυτῷ τί ἄρα ἦν τὸ ἐκπλῆξαν τοὺς πολλοὺς ἐν τῷ Ἰωάννῃ, ὡς θαυμάσαι αὐτὸν καὶ κηρύττοντι βάπτισμα μετανοίας πιστεῦσαι, πάντας τε πανταχόθεν τὰ οἰκεῖα ἀπολιπόντας συρρεῖν ἐπὶ τὴν ἔρημον, μάλιστα ὅτε μηδεμίαν αὐτοῦ πρᾶξιν ἱστοροῦσιν οἱ λόγοι· οὔτε γὰρ νεκροὺς ἐγείρας οὔτε ἕτερα θαύματα πεποιηκὼς ἀναγέγραπται· τί δὴ οὖν ἦν τὸ ἐκπλῆξαν τοὺς πάντας; ἢ μήποτε ὁ ξένος καὶ παραλλάττων τοὺς πολλοὺς αὐτοῦ βίος; προῄει γὰρ

v.3.p.579
ἐκ τῆς ἐρήμου ξένην ἠμφιεσμένος στολὴν, πάσαν δὲ τὴν κοινὴν ἀνθρώπων διατριβὴν ἐκτρεπόμενος οὔτε γοῦν εἰς κώμην οὔτε εἰς πόλιν οὔτε εἰς κοινὸν σύλλογον ἀνδρῶν παρέβαλλεν, ἀλλὰ οὐδὲ τῆς κοινῆς μετεῖχε τροφῆς·

γέγραπται γοῦν ὡς ἐκ τῆς τοῦ παιδὸς ἡλικίας ‟ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς Ἰσραήλ·” ἀλλὰ καὶ τὸ ἔνδυμα αὐτοῦ ἦν ἐκ τριχῶν καμήλων πεποιημένον, ἡ δὲ τροφὴ αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον.”

μή πη οὖν ὁρῶντες ἄνδρα, ναζιραῖον μὲν θεοῦ τὴν τρίχα, θεοπρεπὲς δὲ πρόσωπον ὑποφαίνοντα, σχῆμά τε ξένον περιβολῆς ἠμφιεσμένον, ἀθρόως ποθὲν ἐξ ἀφανοῦς ἐρήμου φαινόμενον, καὶ μετὰ τὸ κήρυγμα πάλιν εἰς τὴν ἔρημον καὶ εἰς τὸ ἀφανὲς ὑποχωροῦντα, καὶ ἄποτον, ἄτροφον, ἀκοινώνητον τοῖς πολλοῖς, εἰκότως ἐξεπλήττοντο, μηδ’ ἄνθρωπον αὐτὸν ὑπονοοῦντες ὑπάρχειν; πῶς γὰρ οὐ τὸν μηδὲ ἒν χρείᾳ τροφῆς γινσμενον; διὸ καὶ ἄγγελον αὐτὸν ὑπειλήφεσαν εἶναι, τοῦτον αὐτὸν ἐκεῖνον τὸν διὰ τοῦ προφήτου δηλούμενον κατὰ τὸ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.·’ κέχρηται γοῦν τῇ παραθέσει καὶ ταύτης τῆς γραφής Μάρκος ὁ εὐαγγελιστής.

καὶ ὁ σωτὴρ δὲ μαρτυρεῖ λέγων ἦλθεν ὁ Ἰωάννης πρὸς ὑμὰς μήτε ἐσθίων μήτε πίνων, καὶ λέγετε, δαιμόνιον ἔχει.”

τοὺς γὰρ ἀπιστοῦντας καὶ πρὸς. τὰ ἀληθῆ δυσχερεῖς καὶ δυσενδότους εἰκὸς ἦν διὰ τὸν εἰρημένον τοῦ Ἰωάννου βίον τοιαῦτα αὐτὸν βλασφημεῖν, ὡς ἔμπαλιν τοὺς συνῃσθημένους τῆς κατ’ αὐτὸν ἀρετῆς ἄγγελον ὑπο- [*](6 Luc. 1, 80. 7 Matth. .3, 4. 20 Marc. 1, 2. 24 Luc. ἡ 33.)

v.3.p.580
λαμβάνειν. ταῦτα γοῦν ἡγοῦμαι τοῖς τὸν Ἰωάννην ὁρῶσι θαῦμα περὶ αὐτοῦ παρασχεῖν· διὸ καὶ συνέ- τρεχον πανταχόθεν ἐπὶ τὴν δι’ αὐτοῦ κηρυττομένην τῆς ψυχῆς χῆς κάθαρσιν.

μέμνηται δὲ τῆς κατ’ αὐτὸν ἱστορίας Ἰώσηπος ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας τοῦτον γράφων τὸν τρόπον ‘‘τισὶ δὲ τῶν Ἰουδαίων ἐδόκει ὀλωλέναι τὸν Ἰουδαίων στρατὸν ὑπὸ τοῦ θεοῦ, καὶ μάλα δικαίως τιννυμένου κατὰ ποινὴν Ἰωάννου τοῦ καλουμένου βαπτιστοῦ. κτείνει γὰρ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα, καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσι καὶ τῇ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ πρὸς θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι. οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδέκτην αὐτῷ φαίνεσθαι.”

  • Απὸ τοὐ αὐτοῦ.