Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται, ὡς ἄρχων Σαλαμὰν ἐκ τοῦ οἴκου Ἱεροβοὰμ, ἐν πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν. οὕτω ποιήσω ὑμῖν οἶκος Ἰσραὴλ ἀπὸ προσώπου τῶν ἀδικιῶν ὑμῶν. ὄρθρου ἀπερρίφη βασιλεὺς Ἰσραὴλ, διότι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ.”

Δουλεύσας τῷ Ἑβραικῷ ‟ἐξ Αἰγύπτου ἐκάλεσα [*](9 Matth. 18, 10. 21 Os. 10, 14.)

v.3.p.574
τὸν υἱόν μου” ἐξέδωκεν ὁ Ἀκύλας. ἀναγκαίως δὲ ῥητὸν ἐπεσημειωσάμην, ἐπείπερ καὶ ὁ Ματθαῖος τέθειται τὴν προφητείαν, ὁπηνίκα εἰς Αἴγυπτον διακομισθῆναι τὸν Ἰησοῦν κἀκεῖθεν ἐπανελθεῖν ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ ἐδήλου. εἰ δὲ ἐπιμέμφοιτό τις τῇ εἰς Αἴγυπτον ἀναχωρήσει τοῦ σωτῆρος ἡμῶν, ἴστω κατὰ λόγον αὐτὴν γεγονέναι.

οὔτε γὰρ ἐπισχεῖν τὸν Ἡρώδην τῆς αὐτοπροαιρέτου κακίας προσῆκον ἦν οὔτ’ αὖ βρέφος ἔτ’ ὄντα τὸν σωτῆρα τῶν θαυμάτων ἀπάρξασθαι καὶ πρὸ καιροῦ τὴν θείαν ἐπιδείκνυσθαι δύναμιν, ὅπερ ἂν ἐπράχθη, εἰ παραδόξως ἐπιβουλεύοντα αὐτῷ τὸν Ἡρώδην μετῆλθεν, μηδαμῶς ὑπομείνας τὴν εἰς Αἴγυπτον ἅμα τοῖς γονεῦσιν ἀναχώρησιν.

ἀλλὰ γὰρ ἦν τῆς κρείττονος οἰκονομίας ἐπὶ καιροῦ τοῦ προσήκοντος τῶν τῆς θεότητος ἀπάρξασθαι θαυμάτων ᾧ γε διὰ παντὸς τοῦ βίου τὸ πρᾶον καὶ ἀνεξίκακον μεμαρτύρηται, προχείρῳ μὲν εἰς τὰς εὐποιίας καὶ τὰς κοινὰς εὐεργεσίας γενομένῳ, μηδένα δὲ τῶν μὴ ἀκουόντων ἀμυνομένῳ, μηδ’ ὅτε ‟ὡς ἐπὶ σφαγὴν ἤγετο καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος.”

πῶς οὖν εἰκὸς ἦν τὸν τοιοῦτον δεῖν ἐν παιδίῳ μὴ οὐχὶ ὑποχωρῆσαι τῇ τοῦ Ἡρώδου κακίᾳ, ᾧ καὶ ἐν ἀνδρὶ τὸ ἀναχωρεῖν καὶ τοὺς πονηροὺς ἐκκλίνειν μεμαρτύρηται, ἐπικρύπτεσθαί τε καὶ ὑποφεύγειν τὸν ἐπὶ ταῖς παραδοξοποιίαις ἔπαινον; παρῄνει γοῦν τοῖς ὑέ αὐτοῦ θεραπευομένοις μηδενὶ λέγειν.

εἰ δ’ ἐπὶ τὸν λαὸν τὴν προφητείαν ἀναφέροι τις, φάσκων περὶ τοῦ ἐκ σπέρματος τοῦ Ἰσραὴλ λαοῦ εἰρῆσθαι, ἐπιστησάτω τι] τοῦ λόγου ἀκολουθίᾳ, ταῦτα ἔσεσθαι φησάσῃ μετὰ τὸ εἰπεῖν ὡς πρὸς αὐτὴν

v.3.p.575
τὴν Ἱερουσαλὴμ ‟καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται.”

καὶ ἅπερ, φησὶν, ὁ τοιόσδε ἄρχων πέπονθεν κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον ἐν ᾧ μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, τὰ παραπλήσια καὶ ὑμῖν αὐτοῖς ποιήσω διὰ τἀς κακίας ὑμῶν. ὑμῖν δὲ τίσιν ἢ τοῖς καλουμένοις Ἰσραηλίταις, οἳ καὶ ἀπερρίφητε σὺν τῷ βασιλεῖ ὑμπῶν, τὸν Ἡρώδην αἰνιττόμενος;

καὶ ταῦτά γε πάντα πεπόνθατε ‟διότι παῖς” φησὶν ‟Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αιγύπτου ἐκάλεσα τὸν υἱόν μου.” πῶς γὰρ οἶόν τε κατὰ τὸ αὐτὸ τοῖς αὐτοῖς ἐπιμέμφεσθαι καὶ πάλιν τοὺς αὐτοὺς ἐπαινεῖν; ἀλλ’ ἦν ὁ ἀληθὴς νοῦς ταύτην ἔχων τὴν θεωρίαν. Ἰσραὴλ γὰρ ὁ Χριστὸς καὶ καθ’ ἑτέρας ἀνηγόρευται προφητείας, ὥσπερ οὖν καὶ ἐπὶ τῆς παρούσης. ρούσης.

ἐπειδὴ τοίνυν οὗτος, φησὶν, ὑπήκοος μοι γενόμενος μορφὴν δούλου εἴληφε, καὶ γέγονε παιδίον ἀγαπητὸν ἐμοὶ, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλὴν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς Αἰγύπτου εἰς ἣν ἐνανθρωπήσας κατελήλυθεν, οὕτω δηλουμένου τοῦ περιγείου τόπου, ἢ καὶ ἐξ αὐτῆς τῆς προχείρου, οἷα γνήσιον καὶ ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην· ὑμὰς δὲ, τοὺς πρὸς οὓς ὁ λόγος, σὺν καὶ τῇ ὑμετέρᾳ βασιλείᾳ ὄλεθρος καὶ ἀπώλεια παραλήψεται.

ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δὲ ὅπως ἀπὸ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τοῦ Ἰουδαίων ἔθνους αὐτονομία τε καὶ ἀρχή.

πλὴν ἀλλὰ τρίτον ἤδη τὰ περὶ τῆς Αἰγύπτου καὶ τῆς αὐτόθι ἀφίξεως αὐτοῦ πεπροφήτευται. εἰ δέ τις αὐτὰ μηδαμῶς ἐφαρμόζειν ἐπὶ τὸν ἡμέτερον λέγοι σωτῆρα, ἀλλά γε τῆς τοῦ Ματθαίου παραθέσεως ἀπὸ

v.3.p.576
τῆς παρὰ Μωσεῖ μαρτυρίας αὐτῷ παρειλημμένα, ἣν καὶ ἀρτίως διεληλύθαμεν τὸ ‟ὁ θεὸς ἐξ Αἰγύπτου” διηγούμενοι, ἐπεὶ μηδ’ αὐτὸς ὁ εὐαγγελιστὴς ἀπὸ τῆς τοῦ Ὠσηὲ προφητείας εἰλῆφθαι αὑτῷ τὸ λόγιον ἔφησεν, ὡς δύνασθαι καὶ πόθεν ἐπιζητήσαντας εὑρεῖν αὐτὸ κείμενον, ὅθεν εἰκὸς τὸν εὐαγγελιστὴν πεποιῆσθαι αὐτοῦ τὴν ἔκθεσιν.

  • Ἀπὸ τοῦ Ἡσαΐου.